§2.64.1ἀπέδωκε δὲ μίαν μὲν ἱερουργιῶν διάταξιν τοῖς τριάκοντα κουρίωσιν, οὓς ἔφην τὰ κοινὰ
彼は神事の配置の一つを、三十人のクーリオーたちに割り当てた。
§2.64.2θύειν ὑπὲρ τῶν φρατριῶν ἱερά.
彼らについては、私はフラトリアのために共同の犠牲式を執り行うと言った。
τὴν δὲ δευτέραν τοῖς καλουμένοις ὑπὸ μὲν Ἑλλήνων στεφανηφόροις, ὑπὸ δὲ Ῥωμαίων φλάμοσιν, οὓς ἐπὶ τῆς φορήσεως τῶν πίλων τε καὶ στεμμάτων, ἃ καὶ νῦν ἔτι φοροῦσι φλάμα καλοῦντες, οὕτω προσαγορεύουσι.
第二の区分を、ギリシア人からはステパノポロイと呼ばれ、ローマ人からはフラーミネスと呼ばれる者たちに割り当てた。 彼らは、帽子や花冠を着用していることにちなんでそのように呼ばれている。 それらを彼らは現在もまだ着用しており、フラーマと呼んでいる。
§2.64.3τὴν δὲ τρίτην τοῖς ἡγεμόσι τῶν κελερίων, οὓς ἔφην ἱππεῖς τε καὶ πεζοὺς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ οὗτοι τεταγμένας τινὰς §2.64.4ἱερουργίας ἐπετέλουν.
第三の区分を、ケレレースの指導者たちに割り当てた。 彼らについては、私は、騎兵および歩兵として従軍する王の護衛として任命されていると言った。 というのも、彼らもまた特定の定められた神事を執り行っていたからである。
τὴν δὲ τετάρτην τοῖς ἐξηγουμένοις τὰ θεόπεμπτα σημεῖα καὶ διαιροῦσι τίνων ἐστὶ μηνύματα πραγμάτων ἰδίᾳ τε καὶ δημοσίᾳ, οὓς ἀφʼ ἑνὸς εἴδους τῶν θεωρημάτων τῆς τέχνης Ῥωμαῖοι καλοῦσιν αὔγορας, ἡμεῖς δʼ ἂν εἴποιμεν οἰωνοπόλους, ἁπάσης τῆς μαντικῆς παρʼ αὐτοῖς ὄντας ἐπιστήμονας τῆς τε περὶ τὰ οὐράνια καὶ τὰ μετάρσια καὶ §2.64.5τὰ ἐπίγεια.
第四の区分を、神から送られた兆候を解釈し、それが私的および公的にどのような事柄の現れであるかを判別する者たちに割り当てた。 彼らをローマ人はその術の観察対象の一つの種類にちなんでアウグレスと呼び、私たちは鳥占い師と呼ぶであろう。 彼らは彼らは彼らの間で、天上の事柄、空中(気象)の事柄、および地上の事柄に関するあらゆる占いの知識を持つ者たちである。
τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους·
第五の区分を、聖なる火を守る乙女たちに割り当てた。 彼女らは、自分たちが仕える女神にちなんで、彼らによってウェスタの巫女たちと呼ばれている。 彼自身が、ローマ人のために初めてウェスタの神殿を建立し、彼女を祀る巫女として処女たちを任命したのである。
ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν.
彼女らについては、論題が要求しているため、少数の、しかし極めて必要なことだけを語る必要がある。
ἔστι γὰρ ἃ καὶ ζητήσεως ἠξίωται παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.
というのも、この箇所については、ローマの著述家の多くによって議論の対象とされてきた事柄があり、それらの原因を注意深く調査しなかった人々が、不正確な記述を世に出してきたからである。