Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.64.1-2.64.5

五项神职划分与维斯塔贞女

第 155 段,共 962 段 · 希腊语

内容简介

努马将神事立法分为八个部分,本章叙述了其中的第一至第五部分,分别分配给库里奥、弗拉门、速骑兵指挥官、奥古尔和维斯塔贞女。此外还提及了历史学家们关于维斯塔贞女的探讨与争议。

§2.64.1ἀπέδωκε δὲ μίαν μὲν ἱερουργιῶν διάταξιν τοῖς τριάκοντα κουρίωσιν, οὓς ἔφην τὰ κοινὰ §2.64.2θύειν ὑπὲρ τῶν φρατριῶν ἱερά.
他将神事职能的第一部分分配给三十位库里奥祭司,关于他们我曾说过是为了各库里亚共同举行牺牲祭祀。
τὴν δὲ δευτέραν τοῖς καλουμένοις ὑπὸ μὲν Ἑλλήνων στεφανηφόροις, ὑπὸ δὲ Ῥωμαίων φλάμοσιν, οὓς ἐπὶ τῆς φορήσεως τῶν πίλων τε καὶ στεμμάτων, ἃ καὶ νῦν ἔτι φοροῦσι φλάμα καλοῦντες, οὕτω προσαγορεύουσι.
第二部分分配给那些被希腊人称为“戴冠者”、被罗马人称为“弗拉门”的人,他们因为佩戴祭司帽和带子而得名,至今他们仍佩戴着这些,并称之为“弗拉马”。
§2.64.3τὴν δὲ τρίτην τοῖς ἡγεμόσι τῶν κελερίων, οὓς ἔφην ἱππεῖς τε καὶ πεζοὺς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ οὗτοι τεταγμένας τινὰς §2.64.4ἱερουργίας ἐπετέλουν.
第三部分分配给速骑兵的指挥官们,关于他们我曾说过是被指定为国王的卫队,以骑兵和步兵身份服役;因为他们也履行某些特定的神事。
τὴν δὲ τετάρτην τοῖς ἐξηγουμένοις τὰ θεόπεμπτα σημεῖα καὶ διαιροῦσι τίνων ἐστὶ μηνύματα πραγμάτων ἰδίᾳ τε καὶ δημοσίᾳ, οὓς ἀφʼ ἑνὸς εἴδους τῶν θεωρημάτων τῆς τέχνης Ῥωμαῖοι καλοῦσιν αὔγορας, ἡμεῖς δʼ ἂν εἴποιμεν οἰωνοπόλους, ἁπάσης τῆς μαντικῆς παρʼ αὐτοῖς ὄντας ἐπιστήμονας τῆς τε περὶ τὰ οὐράνια καὶ τὰ μετάρσια καὶ §2.64.5τὰ ἐπίγεια.
第四部分分配给那些解释神明降下的征兆并辨别其在私人和公共事务中预示何种事情的人。 罗马人根据他们占卜术中观察对象的一种而称他们为“奥古尔”,而我们会称他们为“鸟卜官”,他们在罗马人中精通一切占卜之学,无论是关于天上的、空中的还是地上的事务。
τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους·
第五部分分配给守护圣火的贞女们,她们因所侍奉的女神而被他们称为“维斯塔贞女”;是他本人首先为罗马人建立了维斯塔神庙,并指定贞女们作为她的祭司。
ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν. ἔστι γὰρ ἃ καὶ ζητήσεως ἠξίωται παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.
关于她们,由于主题的需要,必须说上几句最必要的话;因为在这一章里,有些事情曾被许多罗马历史学家视为值得探讨的问题,而那些没有仔细探究其原因的人则发表了颇为草率的记载。

词汇与语法注释

  1. 2.64.2τὴν δὲ δευτέραν — 承接上一节的动词 `ἀπέδωκε`(分配了)作为共同谓语,在此处及后续的 `τὴν δὲ τρίτην`(第三部分)、`τὴν δὲ τετάρτην`(第四部分)、`τὴν δὲ πέμπτην`(第五部分)中,均省去了该动词及名词 `διάταξιν`(区分),需补充理解为对格宾语。
  2. 2.64.5τῆς ὑποθέσεως ἀπαιτούσης — 属格独立分词结构,表示原因(“因为主题的需要”),修饰主句的 `ἀναγκαῖον [ἐστὶν] εἰπεῖν`(有必要叙述)。
  3. 2.64.5ὧν οἱ τὰς αἰτίας — 关系代词 `ὧν` 的先行词是前一句中表示事物的 `ἃ`(事情),并在后续分词短语的主语部分中作 `αἰτίας` 的限定属格(“那些没有研究其原因的人”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.64.1-2.64.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.64.1-2.64.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。