§2.63.1ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδʼ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος.
彼が制定した法律や制度のうち、これら二つのそれぞれを大いに発展させるに至ったものについて、私はそのすべてを書き記すことが適当だとは思わない。 記述が長くなることを警戒し、また同時に、ギリシアの歴史にとってそれらの詳細な記録が必要であるとは思わないからである。 しかし、最も重要であり、その人物の意図全体を明らかにできるものそれ自体を、神事に関する秩序づけから始めて、要約して語ることにしよう。
§2.63.2ὅσα μὲν οὖν ὑπὸ Ῥωμύλου ταχθέντα ἐν ἐθισμοῖς τε καὶ νόμοις παρέλαβεν, ἀπὸ τοῦ κρατίστου τετάχθαι πάντα ἡγησάμενος εἴα κατὰ χώραν μένειν, ὅσα δʼ ὑπʼ ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταῦτα προσετίθει πολλὰ μὲν ἀποδεικνὺς τεμένη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοῖς, πολλοὺς δὲ βωμοὺς καὶ ναοὺς ἱδρυόμενος ἑορτάς τε ἑκάστῳ αὐτῶν ἀπονέμων καὶ τοὺς ἐπιμελησομένους αὐτῶν ἱερεῖς καθιστὰς ἁγνείας τε καὶ θρησκείας καὶ καθαρμοὺς καὶ τὰς ἄλλας θεραπείας καὶ τιμὰς πάνυ πολλὰς νομοθετῶν, ὅσας οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος ἔχει πόλις οὐδʼ αἱ §2.63.3μέγιστον ἐπʼ εὐσεβείᾳ φρονοῦσαί ποτε·
そこで、ロムルスによって慣習や法律の中に定められ、彼が引き継いだものについては、すべて最善の方法で定められていると考えてそのままにしておいたが、彼によって見落とされていたと思われるものについては、これを数多く付け加えた。 まだ崇拝を受けていない神々のために多くの聖域を定め、多くの祭壇や神殿を建立し、それらの神々のそれぞれに祭日を割り当て、それらを管理する神官たちを任命し、清めや儀礼、浄化の儀式、その他非常に多くの奉仕や栄誉を法律として制定したのである。 これらは、ギリシアの都市も野蛮人の都市も、かつて敬神において最も誇り高かった都市でさえも、持っていたことのないほどのものである。
αὐτόν τε τὸν Ῥωμύλον ὡς κρείττονα γενόμενον ἢ κατὰ τὴν θνητὴν φύσιν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι.
そして、ロムルス自身を、人間の本性を超える存在となった者として、神殿の建立と毎年の犠牲式によって、クィリヌスと名付けて崇めるよう定めた。
ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτʼ ἐξ ἐπιβουλῆς ἀνθρωπίνης ἐγένετο, παρελθών τις εἰς τὴν ἀγορὰν Ἰούλιος ὄνομα τῶν ἀπʼ Ἀσκανίου γεωργικὸς ἀνὴρ καὶ τὸν βίον ἀνεπίληπτος, οἷος μηδὲν ἂν ψεύσασθαι κέρδους ἕνεκα οἰκείου, ἔφη παραγιγνόμενος ἐξ ἀγροῦ Ῥωμύλον ἰδεῖν ἀπιόντα ἐκ τῆς πόλεως ἔχοντα τὰ ὅπλα, καὶ ἐπειδὴ ἐγγὺς ἐγένετο ἀκοῦσαι ταῦτα αὐτοῦ λέγοντος·
というのも、ローマ人たちが彼の消失について、それが神の配慮によるものなのか、それとも人間の陰謀によるものなのか、まだ知らずにいたとき、アスカニウスの末裔の一人で、ユリウスという名の、農耕に携わる、非の打ちどころのない生活を送る一人の男(私利私欲のために嘘をつくはずのない人物)が広場にやって来て、農地から戻る途中で、武具を身にまとって都市から去っていくロムルスを見かけ、彼が近づいてきたとき、彼が次のように言うのを聞いた、と語ったからである。
§2.63.4Ἀγγέλλε Ῥωμαίοις Ἰούλιε τὰ παρʼ ἐμοῦ, ὅτι με ὁ λαχὼν ὅτʼ ἐγενόμην δαίμων εἰς θεοὺς ἄγεται τὸν θνητὸν ἐκπληρώσαντα αἰῶνα·
「ユリウスよ、ローマ人たちに私からの言葉を告げよ。 私が生まれたときに私を割り当てられた守護神が、死すべき生涯を全うした私を神々のもとへと導いていると。
εἰμὶ δὲ Κυρῖνος.
そして私はクィリヌスである」と。
περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι.
そして、彼は神事に関する全立法を文書にまとめ、神官の職能集団の数と同じ、八つの部門に分割した。