Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.63.1-2.63.4

努马对宗教制度的改革与八项划分

第 154 段,共 962 段 · 希腊语

内容简介

关于努马的宗教改革。努马在继承罗穆路斯既有体制的同时增加了新的祭仪,并根据尤利乌斯的证言将罗穆路斯奉为奎里努斯神加以祭祀,最后将所有神事立法归纳为八个部分。

§2.63.1ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδʼ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος.
关于他所制定的法律与制度中,使这两者都获得极大发展的每一项,我认为没有必要全部写下,因为我担心篇幅过长,且同时认为在希腊历史中记录这些并无必要;但我将提纲惬领地叙述其中最重要、最能显明此人全部意图的部分,并从有关神事的整理开始。
§2.63.2ὅσα μὲν οὖν ὑπὸ Ῥωμύλου ταχθέντα ἐν ἐθισμοῖς τε καὶ νόμοις παρέλαβεν, ἀπὸ τοῦ κρατίστου τετάχθαι πάντα ἡγησάμενος εἴα κατὰ χώραν μένειν, ὅσα δʼ ὑπʼ ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταῦτα προσετίθει πολλὰ μὲν ἀποδεικνὺς τεμένη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοῖς, πολλοὺς δὲ βωμοὺς καὶ ναοὺς ἱδρυόμενος ἑορτάς τε ἑκάστῳ αὐτῶν ἀπονέμων καὶ τοὺς ἐπιμελησομένους αὐτῶν ἱερεῖς καθιστὰς ἁγνείας τε καὶ θρησκείας καὶ καθαρμοὺς καὶ τὰς ἄλλας θεραπείας καὶ τιμὰς πάνυ πολλὰς νομοθετῶν, ὅσας οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος ἔχει πόλις οὐδʼ αἱ §2.63.3μέγιστον ἐπʼ εὐσεβείᾳ φρονοῦσαί ποτε·
因此,凡是罗穆路斯在习俗与法律中规定并由他继承下来的事物,他都认为是以最完美的方式确立的,因而任其保持原状;但凡是似乎被罗穆路斯遗漏的事物,他就予以增加,为尚未获得尊崇的神明指定了许多圣域,建立了许多祭坛和神殿,为它们每一位分配了节日,设立了负责管理它们的祭司,并立法规定了净化、仪式、洁净礼以及其他极多的侍奉与尊荣,这些是任何希腊或蛮族的城邦,甚至连那些在敬神方面最引以为傲的城邦也从未拥有过的。
αὐτόν τε τὸν Ῥωμύλον ὡς κρείττονα γενόμενον ἢ κατὰ τὴν θνητὴν φύσιν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι.
他还规定,罗穆路斯本人由于已经超越了凡人的本性,应通过建立神庙和每年的祭祀,被冠以奎里努斯之名而受到尊崇。
ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτʼ ἐξ ἐπιβουλῆς ἀνθρωπίνης ἐγένετο, παρελθών τις εἰς τὴν ἀγορὰν Ἰούλιος ὄνομα τῶν ἀπʼ Ἀσκανίου γεωργικὸς ἀνὴρ καὶ τὸν βίον ἀνεπίληπτος, οἷος μηδὲν ἂν ψεύσασθαι κέρδους ἕνεκα οἰκείου, ἔφη παραγιγνόμενος ἐξ ἀγροῦ Ῥωμύλον ἰδεῖν ἀπιόντα ἐκ τῆς πόλεως ἔχοντα τὰ ὅπλα, καὶ ἐπειδὴ ἐγγὺς ἐγένετο ἀκοῦσαι ταῦτα αὐτοῦ λέγοντος· §2.63.4Ἀγγέλλε Ῥωμαίοις Ἰούλιε τὰ παρʼ ἐμοῦ, ὅτι με ὁ λαχὼν ὅτʼ ἐγενόμην δαίμων εἰς θεοὺς ἄγεται τὸν θνητὸν ἐκπληρώσαντα αἰῶνα· εἰμὶ δὲ Κυρῖνος.
因为当时罗马人对于他的消失是由于神明的旨意还是由于人类的阴谋仍一无所知,一位名叫尤利乌斯的人来到广场上,他是阿斯卡尼乌斯的后裔,是一个务农且生活无可指摘、绝不会为了私利而撒谎的人,他宣称自己从田间走来时,看到罗穆路斯全副武装地从城里走出来,当他走近时,听到罗穆路斯对他说了这些话: “尤利乌斯,把我对你的嘱托转告给罗马人:在我出生时分派给我的保护神,正把我带往众神之处,因为我已经度完了凡人的寿命;而我就是奎里努斯。
περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι.
”他将关于神事的全部立法编集成册,并将其分为八个部分,这与祭司团体的数量相同。

词汇与语法注释

  1. §2.63.1ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν — 先行词 `νόμων τε καὶ πολιτευμάτων` 被吸引为关系代词 `ὧν` 的属格(受介词 `ἐκ` 支配)。此外,不定式 `προελθεῖν`(其逻辑主语为对格的 `ἑκάτερον τούτων`“这两者中的每一个”)作为动词 `διεπράξατο`(意为“促成、设法使……”)的宾语或结果补足语,整句意为“从他为了使这两者都获得极大发展而制定的法律和制度中”。
  2. §2.63.3οἷος μηδὲν ἂν ψεύσασθαι — 关系代词 `οἷος` 后接不定式表示特征(“具有……样性质的人”)。不定式配有表示潜在可能性的助词 `ἄν`(`ἂν ψεύσασθαι`),增强了虚拟或假定语气(“即使在某种情况下也绝不会撒谎的那种人”)。
  3. §2.63.3ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων — `ἀγνοούντων ... Ῥωμαίων` 是属格独立结构。现在分词 `ἀγνοούντων` 的直接宾语是 `τὸν ἀφανισμὸν αὐτοῦ`(他的消失),后面接由 `εἴτε... εἴτε...` 引导的间接疑问从句,具体解释其消失的内容(“究竟是由于……还是由于……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.63.1-2.63.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.63.1-2.63.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。