§2.62.1μετὰ τὴν Ῥωμύλου τελευτὴν ἡ βουλὴ τῶν κοινῶν γενομένη κυρία καὶ χρόνον ἐνιαύσιον, ὥσπερ ἔφην, κατασχοῦσα τὴν δυναστείαν διαφέρεσθαι καὶ στασιάζειν αὐτὴ πρὸς ἑαυτὴν ἤρξατο περὶ τοῦ πλείονός τε καὶ ἴσου.
ロムルスの死後、国政の主権を握り、私が言ったように一年の間その支配を維持した元老院は、優位と平等をめぐって内部で反目し、抗争を始めにいたった。
ὅσον μὲν γὰρ αὐτῆς μέρος Ἀλβανῶν ἦν ἀπὸ τῶν ἅμα Ῥωμύλῳ τὴν ἀποικίαν στειλάντων, γνώμης τε ἄρχειν ἠξίου καὶ τιμῶν τὰς μεγίστας λαμβάνειν καὶ θεραπεύεσθαι πρὸς τῶν
すなわち、元老院のうち、ロムルスと共に植民地を開いた者たちに由来するアルバ人の一派は、意思決定を主導し、最大の栄誉を受け取り、新参者たちから敬意を払われるのが当然であると考えていた。
§2.62.2ἐπηλύδων· οἱ δʼ ὕστερον εἰς τοὺς πατρικίους καταγραφέντες ἐκ τῶν ἐποίκων οὐδεμιᾶς ᾤοντο δεῖν ἀπελαύνεσθαι τιμῆς οὐδὲ μειονεκτεῖν τῶν ἑτέρων, μάλιστα δʼ ὅσοι τοῦ Σαβίνων ἐτύγχανον ὄντες γένους καὶ κατὰ τὰς συνθήκας τὰς γενομένας Ῥωμύλῳ πρὸς Τάτιον ἐπὶ τοῖς ἴσοις μετειληφέναι τῆς πόλεως παρὰ τῶν ἀρχαίων οἰκητόρων καὶ τὴν αὐτὴν χάριν ἐκείνοις αὐτοὶ δεδωκέναι ἐδόκουν.
他方、後から入植者たちの中からパトリキに登録された者たちは、いかなる栄誉からも排除されるべきではなく、他者たちに対して劣位に置かれるべきでもないと考えていた。 とりわけ、サビニ人の血統に属する者たちであり、ロムルスがタティウスと結んだ条約に基づいて、古くからの住民から対等の条件で国政を分け与えられ、自分たちも相手に対して同じ恩恵を与えたとみなしていた人々は、そう考えていた。
§2.62.3ἅμα δὲ τῷ τὴν βουλὴν διαστῆναι καὶ τὸ τῶν πελατῶν πλῆθος διχῇ μερισθὲν ἑκατέρᾳ συνέβαινε τῶν στάσεων.
そして、元老院の分裂と同時に、被護民の群衆も二分され、双方の党派のいずれかに属することとなった。
ἦν δέ τι τοῦ δημοτικοῦ μέρος οὐκ ὀλίγον ἐκ τῶν νεωστὶ προσεληλυθότων τῇ πολιτείᾳ, ὃ διὰ τὸ μηδενὸς συνάρασθαι τῷ Ῥωμύλῳ πολέμου παρημελημένον ὑπὸ τοῦ ἡγεμόνος οὔτε γῆς εἰλήφει μοῖραν οὔτε ὠφελείας.
また、市民共同体に新たに加わった平民の一部も、少なくない数にのぼっていた。 彼らは、ロムルスのどの戦争にも協力しなかったという理由で指導者から顧みられず、土地の分配も受けず、戦利品の分配にもあずかれなかった。
τοῦτο ἀνέστιον καὶ πτωχὸν ἀλώμενον ἐχθρὸν ἐκ τοῦ ἀναγκαίου τοῖς κρείττοσιν ἦν καὶ νεωτερίζειν ἑτοιμότατον.
この家もなく貧しい彷徨の徒は、余儀なく支配層にとっての敵となり、革命に最も応じやすい状態にあった。
§2.62.4ἐν τοιούτῳ δὴ κλύδωνι τὰ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβών, πρῶτον μὲν τοὺς ἀπόρους τῶν δημοτῶν ἀνέλαβε διανείμας αὐτοῖς ἀφʼ ἧς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ἀπὸ τῆς δημοσίας μοῖράν τινα ὀλίγην·
ヌマは、国家の情勢がこのような嵐の中で揺れ動いているのを引き継ぐと、まず第一に、貧しい平民たちを救済した。 ロムルスが所有していた土地や、公有地の中からごくわずかな一部分を彼らに分配したのである。
ἔπειτα τοὺς πατρικίους οὐδὲν μὲν ἀφελόμενος ὧν οἱ κτίσαντες τὴν πόλιν εὕροντο, τοῖς δʼ ἐποίκοις ἑτέρας τινὰς ἀποδοὺς τιμάς, ἔπαυσε διαφερομένους.
次に、パトリキからは、都市の建国者たちが獲得したものを何一つ奪うことなく、新参の入植者たちに別の何らかの栄誉を与えることによって、その内紛を終わらせた。
§2.62.5ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ʽτέως γὰρ ἔτι ἀτείχιστος ἦνʼ τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν τὴν πόλιν εὐδαίμονα γενησεσθαι καὶ μεγάλην·
そして、民衆全体を共同の利益という唯一の理性に向け、あたかも一つの楽器のように調和させ、都市の囲壁をクィリナリスの丘まで拡張した後に(それまではまだ城壁がなかったからである)、彼は他の国政へと着手した。 その際、二つの事柄を推し進め、これらによって飾られることで都市は幸福になり、また偉大になると考えていた。
εὐσέβειαν μὲν πρῶτον, διδάσκων τοὺς ἀνθρώπους ὅτι παντὸς ἀγαθοῦ θεοὶ δοτῆρές εἰσι τῇ θνητῇ φύσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, διʼ ἣν καὶ τὰ παρὰ τῶν θεῶν ἀπέφαινεν ἀγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμένοις.
第一は敬神であり、人間という朽ちゆく本性に対して、神々こそがあらゆる善きものの与え手であり守護者であることを人々に教え、第二は正義であり、これを通じて、神々からの善きものが、それを獲得した人々に対して真に美しい享受をもたらすのだと示したのである。