§2.61.1οἱ δὲ τὰ μυθώδη πάντα περιαιροῦντες ἐκ τῆς ἱστορίας πεπλάσθαι φασὶν ὑπὸ τοῦ Νόμα τὸν περὶ τῆς Ἠγερίας λόγον, ἵνα ῥᾷον αὐτῷ προσέχωσιν οἱ τὰ θεῖα δεδιότες καὶ προθύμως δέχωνται τοὺς ὑπʼ αὐτοῦ τιθεμένους νόμους, ὡς παρὰ θεῶν κομιζομένους.
しかし、歴史から神話的なものをすべて取り除く人々は、エゲリアに関する話はヌマによって捏造されたのだと主張している。 それは、神聖なものを恐れる人々がより容易に彼に注意を向け、彼によって制定される法律を、神々からもたらされたものとして、喜んで受け入れるようにするためである。
§2.61.2λαβεῖν δὲ αὐτὸν τὴν τούτων μίμησιν ἀποφαίνουσιν ἐκ τῶν Ἑλληνικῶν παραδειγμάτων ζηλωτὴν γενόμενον τῆς τε Μίνω τοῦ Κρητὸς καὶ τῆς Λυκούργου τοῦ Λακεδαιμονίου σοφίας·
そして彼らは、彼がギリシアの先例から、クレタ人ミノスとラケダイモン人リュクルゴスの知恵を熱心に模倣する者となることによって、これらを模倣したのだと示している。
ὧν ὁ μὲν ὁμιλητὴς ἔφη γενέσθαι τοῦ Διὸς καὶ φοιτῶν εἰς τὸ Δικταῖον ὄρος, ἐν ᾧ τραφῆναι τὸν Δία μυθολογοῦσιν οἱ Κρῆτες ὑπὸ τῶν Κουρήτων νεογνὸν ὄντα, κατέβαινεν εἰς τὸ ἱερὸν ἄντρον καὶ τοὺς νόμους ἐκεῖ συντιθεὶς ἐκόμιζεν, οὓς ἀπέφαινε παρὰ τοῦ Διὸς λαμβάνειν·
彼らのうち、一方はゼウスと語り合う者になったと言い、ディクテ山――そこでは、ゼウスが乳児であったときにクーレースたちによって育てられたとクレタ人たちが神話として語っているが――へと通い、聖なる洞窟へと降りていっては、そこで法律を制定して持ち帰り、それらをゼウスから受け取っているのだと示していた。
ὁ δὲ Λυκοῦργος εἰς Δελφοὺς ἀφικνούμενος ὑπὸ τοῦ §2.61.3Ἀπόλλωνος ἔφη διδάσκεσθαι τὴν νομοθεσίαν.
他方、リュクルゴスはデルポイへと赴き、アポロンによって立法を教えられているのだと言っていた。
τὸ μὲν οὖν ἀκριβολογεῖσθαι περὶ τῶν μυθικῶν ἱστορημάτων καὶ μάλιστα τῶν εἰς θεοὺς ἀναφερομένων μακρῶν λόγων δεόμενον ὁρῶν ἐάσω, ἃ δέ μοι δοκοῦσιν ἀγαθὰ Ῥωμαῖοι λαβεῖν ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς ἀρχῆς, ὡς ἐκ τῶν ἐπιχωρίων ἔμαθον ἱστοριῶν ἀφηγήσομαι, προειπὼν ἐν οἵαις ἐτύγχανε ταραχαῖς τὰ πράγματα τῆς πόλεως ὄντα, πρὶν ἐκεῖνον ἐπὶ τὴν βασιλείαν παρελθεῖν.
したがって、神話的な物語について、とりわけ神々に帰せられる物語について細かく詮索することは、長大な議論を必要とすることであると見て、私は差し控えることにし、ローマ人があの男の支配から得たと私に思われる恩恵について、地元の歴史から私が学んだ通りに語ることにしよう。 ただし、彼が王位に就く前に、都市の情勢がいかなる混乱の中にあったかをあらかじめ述べた上でのことである。