Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.62.1-2.62.5

努马调解内讧与扩建城墙

第 153 段,共 962 段 · 希腊语

内容简介

罗穆路斯死后,罗马因元老院内部的派系斗争以及平民的贫困而陷于混乱,努马通过分配土地和调整荣誉化解了内讧。随后,努马使民众和协一致,并将奎里纳尔山并入城邦以扩大疆界,依靠敬神与正义这两大原则推行治理。

§2.62.1μετὰ τὴν Ῥωμύλου τελευτὴν ἡ βουλὴ τῶν κοινῶν γενομένη κυρία καὶ χρόνον ἐνιαύσιον, ὥσπερ ἔφην, κατασχοῦσα τὴν δυναστείαν διαφέρεσθαι καὶ στασιάζειν αὐτὴ πρὸς ἑαυτὴν ἤρξατο περὶ τοῦ πλείονός τε καὶ ἴσου.
罗穆路斯去世后,掌握了公共事务主权的元老院,正如我所说,在维持了一年的统治之后,开始因优越地位与平等的争执而内部产生分歧并发生内讧。
ὅσον μὲν γὰρ αὐτῆς μέρος Ἀλβανῶν ἦν ἀπὸ τῶν ἅμα Ῥωμύλῳ τὴν ἀποικίαν στειλάντων, γνώμης τε ἄρχειν ἠξίου καὶ τιμῶν τὰς μεγίστας λαμβάνειν καὶ θεραπεύεσθαι πρὸς τῶν §2.62.2ἐπηλύδων· οἱ δʼ ὕστερον εἰς τοὺς πατρικίους καταγραφέντες ἐκ τῶν ἐποίκων οὐδεμιᾶς ᾤοντο δεῖν ἀπελαύνεσθαι τιμῆς οὐδὲ μειονεκτεῖν τῶν ἑτέρων, μάλιστα δʼ ὅσοι τοῦ Σαβίνων ἐτύγχανον ὄντες γένους καὶ κατὰ τὰς συνθήκας τὰς γενομένας Ῥωμύλῳ πρὸς Τάτιον ἐπὶ τοῖς ἴσοις μετειληφέναι τῆς πόλεως παρὰ τῶν ἀρχαίων οἰκητόρων καὶ τὴν αὐτὴν χάριν ἐκείνοις αὐτοὶ δεδωκέναι ἐδόκουν.
因为元老院中源于与罗穆路斯一同建立殖民地的人们的阿尔巴人派系,认为自己应当主导决策,获得最高的荣誉,并受到新来者的礼敬;而那些后来从入植者中被登记为贵族(帕特里奇)的人,则认为自己不应当被排除在任何荣誉之外,也不应当在他人面前处于劣势,尤其是那些恰好属于萨宾族群的人,根据罗穆路斯与塔提乌斯达成的协议,他们似乎从古老的居民那里在平等的条件下分享了城邦,并反过来赐予了对方同样的恩惠。
§2.62.3ἅμα δὲ τῷ τὴν βουλὴν διαστῆναι καὶ τὸ τῶν πελατῶν πλῆθος διχῇ μερισθὲν ἑκατέρᾳ συνέβαινε τῶν στάσεων.
随着元老院的分裂,被保护民的群众也一分为二,各自加入了这两大派系。
ἦν δέ τι τοῦ δημοτικοῦ μέρος οὐκ ὀλίγον ἐκ τῶν νεωστὶ προσεληλυθότων τῇ πολιτείᾳ, ὃ διὰ τὸ μηδενὸς συνάρασθαι τῷ Ῥωμύλῳ πολέμου παρημελημένον ὑπὸ τοῦ ἡγεμόνος οὔτε γῆς εἰλήφει μοῖραν οὔτε ὠφελείας.
此外,在最近加入公民共同体的平民中也有不少的一部分人,他们因为没有协助罗穆路斯进行过任何战争而被领袖忽视,既没有获得土地的份额,也没有获得任何实益。
τοῦτο ἀνέστιον καὶ πτωχὸν ἀλώμενον ἐχθρὸν ἐκ τοῦ ἀναγκαίου τοῖς κρείττοσιν ἦν καὶ νεωτερίζειν ἑτοιμότατον.
这一无家可归、在贫困中流浪的群体,必然对居上位者怀有敌意,且极易图谋变革。
§2.62.4ἐν τοιούτῳ δὴ κλύδωνι τὰ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβών, πρῶτον μὲν τοὺς ἀπόρους τῶν δημοτῶν ἀνέλαβε διανείμας αὐτοῖς ἀφʼ ἧς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ἀπὸ τῆς δημοσίας μοῖράν τινα ὀλίγην· ἔπειτα τοὺς πατρικίους οὐδὲν μὲν ἀφελόμενος ὧν οἱ κτίσαντες τὴν πόλιν εὕροντο, τοῖς δʼ ἐποίκοις ἑτέρας τινὰς ἀποδοὺς τιμάς, ἔπαυσε διαφερομένους.
努马发现城邦的事务在如此风浪中摇摆不定,首先,他救济了贫困的平民,将罗穆路斯曾拥有的土地以及公有地中极少的一部分分配给他们;其次,他没有剥夺建国者所获得的任何特权,同时向新来的入植者授予了其他一些荣誉,从而平息了他们的纷争。
§2.62.5ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ʽτέως γὰρ ἔτι ἀτείχιστος ἦνʼ τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν τὴν πόλιν εὐδαίμονα γενησεσθαι καὶ μεγάλην· εὐσέβειαν μὲν πρῶτον, διδάσκων τοὺς ἀνθρώπους ὅτι παντὸς ἀγαθοῦ θεοὶ δοτῆρές εἰσι τῇ θνητῇ φύσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, διʼ ἣν καὶ τὰ παρὰ τῶν θεῶν ἀπέφαινεν ἀγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμένοις.
他将全体平民像乐器一般调协于共同利益的统一理性之中,并通过并入奎里纳尔山扩大了城邦的周界(因为在此之前该处仍未筑墙),随后他着手进行其他政治改革,致力于这两件事,他认为城邦若以此装饰,必将变得幸福与伟大:第一是敬神,教导人们神明是必死本性之一切善物的赐予者与守护者;第二是正义,通过正义,他指出即使是来自神明的善物,也能为获得它们的人带来美好的享受。

词汇与语法注释

  1. 2.62.1περὶ τοῦ πλείονός τε καὶ ἴσου — 意为“关于更多(优越)与均等(平等)”。指元老院内部的旧人(阿尔巴人)与新人(萨宾人等)因政治权利和荣誉的分配及均等而产生的冲突。
  2. 2.62.2κατὰ τὰς συνθήκας τὰς γενομένας Ῥωμύλῳ πρὸς Τάτιον ἐπὶ τοῖς ἴσοις μετειληφέναι — μετειληφέναι是间接引语中的不定式(依附于ἐδόκουν或ᾤοντο),其逻辑主语为ὅσοι τοῦ Σαβίνων ἐτύγχανον ὄντες γένους。表明根据罗穆路斯与塔提乌斯的协定,他们被认为在“平等的条件下分享了城邦(的公民权或国政)”。
  3. 2.62.3ἅμα δὲ τῷ τὴν βουλὴν διαστῆναι — 由ἅμα连同带定冠词与格的不定式(τῷ ... διαστῆναι)及对格主语构成的短语,表示时间。“元老院分裂的同时”,其中τὴν βουλὴν是不定式διαστῆναι的逻辑主语。
  4. 2.62.5ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον — 将全体平民“如同乐器(或工具、机关)一般”进行调和的比喻。将政治和社会的纷争比作需要调音以达到和谐(harmonia)的乐器,展现了努马贤明的统治手法。
  5. 2.62.5καλὰς τὰς ἀπολαύσεις φέροντα — καλὰς处于谓语位置,意为“(使神明所赐的善物)为获得它们的人带来‘作为美妙事物的’享受(ἀπολαύσεις)”。强调只有通过正义,神明赐予的善物之享受才能真正被美妙地确立。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.62.1-2.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.62.1-2.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。