§2.60.1ὁ δὲ Νόμας ἀφικομένων ὡς αὐτὸν τῶν καλούντων ἐπὶ τὴν ἡγεμονίαν, τέως μὲν ἀντέλεγε καὶ μέχρι πολλοῦ διέμεινεν ἀπομαχόμενος μὴ λαβεῖν τὴν ἀρχήν, ὡς δὲ οἵ τε ἀδελφοὶ προσέκειντο λιπαροῦντες καὶ τελευτῶν ὁ πατὴρ οὐκ ἠξίου τηλικαύτην τιμὴν διδομένην ἀπωθεῖσθαι, συνέγνω γενέσθαι βασιλεύς·
ヌマは、支配権へと彼を招く人々が彼のところに到着したとき、当初は反対し、支配権を受け入れまいと抗いながら長い間とどまっていたが、彼の兄弟たちが熱心に懇願して迫り、最後には父親が、これほどの栄誉が与えられているのに拒絶すべきではないと考えたので、王になることに同意した。
§2.60.2τοῖς δὲ Ῥωμαίοις πυθομένοις ταῦτα παρὰ τῶν πρεσβευτῶν, πρὶν ὄψει τὸν ἄνδρα ἰδεῖν πολὺς αὐτοῦ παρέστη πόθος, ἱκανὸν ἡγουμένοις τεκμήριον εἶναι τῆς σοφίας, εἰ τῶν ἄλλων ὑπὲρ τὸ μέτριον ἐκτετιμηκότων βασιλείαν καὶ τὸν εὐδαίμονα βίον ἐν ταύτῃ τιθεμένων μόνος ἐκεῖνος ὡς φαύλου τινὸς καὶ οὐκ ἀξίου σπουδῆς πράγματος καταφρονεῖ, παραγενομένῳ τε ὑπήντων ἔτι καθʼ ὁδὸν ὄντι σὺν ἐπαίνῳ πολλῷ καὶ ἀσπασμοῖς καὶ ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς τὴν πόλιν.
\n 一方、ローマ人たちは、使節たちからこれを聞くと、実際にその男を目で見る前に、彼に対する強い憧れが生じた。 それは、他の人々が度を超えて王政を尊び、その中に幸福な生活を置いているのに対して、彼一人がそれを価値のない、関心を払うに値しない事柄として軽蔑しているならば、彼の知恵の十分な証拠であると考えたからであった。 そして彼が到着したとき、まだ道中にいる彼を、多くの称賛と挨拶をもって出迎え、他の様々な栄誉とともに都市へと案内した。
§2.60.3ἐκκλησίας δὲ μετὰ τοῦτο συναχθείσης, ἐν ᾗ διήνεγκαν ὑπὲρ αὐτοῦ τὰς ψήφους αἱ φυλαὶ κατὰ φράτρας καὶ τῶν πατρικίων ἐπικυρωσάντων τὰ δόξαντα τῷ πλήθει καὶ τελευταῖον ἔτι τῶν ὀρνιθοσκόπων αἴσια τὰ παρὰ τοῦ δαιμονίου σημεῖα ἀποφηνάντων παραλαμβάνει τὴν ἀρχήν.
\n この後、民会が召集され、その中で部族たちがクリアごとに彼のために投票を行い、パトリキたちが民衆の決議したことを承認し、最後にさらに鳥占官たちが神霊からの兆候が吉兆であると宣言した後に、彼は支配権を引き受けた。
§2.60.4τοῦτον τὸν ἄνδρα Ῥωμαῖοί φασι στρατείαν μηδεμίαν ποιήσασθαι, θεοσεβῆ δὲ καὶ δίκαιον γενόμενον ἐν εἰρήνῃ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσαι καὶ τὴν πόλιν ἄριστα πολιτευομένην παρασχεῖν, λόγους τε ὑπὲρ αὐτοῦ πολλοὺς καὶ θαυμαστοὺς λέγουσιν ἀναφέροντες τὴν ἀνθρωπίνην σοφίαν εἰς θεῶν ὑποθήκας.
\n ローマ人たちは、この男はいかなる軍事遠征も行わず、神を敬い、正義にかなった者となって、支配の全期間を平和のうちに過ごし、都市に最善の統治をもたらしたと言い、また彼について多くの驚くべき話を語っている。 それは彼の人間的な知恵を、神々の勧告に帰するものである。
§2.60.5νύμφην γάρ τινα μυθολογοῦσιν Ἠγερίαν φοιτᾶν πρὸς αὐτὸν ἑκάστοτε διδάσκουσαν τὴν βασιλικὴν σοφίαν, ἕτεροι δὲ οὐ νύμφην, ἀλλὰ τῶν Μουσῶν μίαν.
\n なぜなら彼らは、あるニンフ、エゲリアが毎回彼のところへやって来て、王としての知恵を授けていたと作り話として語っており、また別の人々はニンフではなく、ムーサたちの一人であったと語っているからである。
καὶ τοῦτό φασι γενέσθαι πᾶσι φανερόν.
そしてこのことがすべての人に明らかになったのだと彼らは言う。
ἀπιστούντων γὰρ, ὡς ἔοικε, τῶν ἀνθρώπων κατʼ ἀρχὰς καὶ πεπλάσθαι νομιζόντων τὸν περὶ τῆς θεᾶς λόγον, βουλόμενον αὐτὸν ἐπιδείξασθαι τοῖς ἀπιστοῦσιν ἐναργές τι μήνυμα τῆς πρὸς τὴν δαίμονα ὁμιλίας διδαχθέντα ὑπʼ αὐτῆς ποιῆσαι τάδε·
というのも、人々は当初疑いを抱き、女神に関する話は作り事だと考えていたようであったが、ヌマは疑っている人々に、その神霊との交わりの明白な証拠を示したいと望んで、彼女から教えられて次のことを行ったからである。
§2.60.6καλέσαντα Ῥωμαίων πολλοὺς καὶ ἀγαθοὺς εἰς τὴν οἰκίαν, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν, ἔπειτα δείξαντα τοῖς ἐλθοῦσι τὰ ἔνδον τῇ τε ἄλλῃ κατασκευῇ φαύλως κεχορηγημένα καὶ δὴ καὶ τῶν εἰς ἑστίασιν ὀχλικὴν ἐπιτηδείων ἄπορα, τότε μὲν ἀπαλλάττεσθαι κελεύειν, εἰς ἑσπέραν δὲ §2.60.7καλεῖν αὐτοὺς ἐπὶ τὸ δεῖπνον·
\n すなわち、ローマ人の多くの優れた人々を、彼が暮らしていた家へと招き、やって来た人々に、内部が他の調度品についても粗末に調えられており、ましてや大勢の宴会に必要なものも欠いていることを見せて、その時は立ち去るように命じ、夕方には\n 彼らを夕食に招いた。
παραγενομένοις δὲ κατὰ τὴν ἀποδειχθεῖσαν ὥραν ἐπιδεῖξαι στρωμνάς τε πολυτελεῖς καὶ τραπέζας ἐκπωμάτων γεμούσας πολλῶν καὶ καλῶν ἑστίασίν τε αὐτοῖς παραθεῖναι κατακλιθεῖσιν ἁπάσης ἐδωδῆς, ἣν οὐδʼ ἂν ἐκ πολλοῦ πάνυ χρόνου παρασκευάσασθαί τινι τῶν τότε ἀνθρώπων ῥᾴδιον ἦν.
そして指定された時刻にやって来た彼らに、豪華な敷物や、多くの美しい盃で満ちたテーブルを示し、席に着いた彼らの前に、当時の人々にとっては、非常に長い時間をかけても準備することが容易ではない、あらゆる食べ物からなる御馳走を供した。
τοῖς δὲ Ῥωμαίοις κατάπληξίν τε πρὸς ἕκαστον τῶν ὁρωμένων ὑπελθεῖν καὶ δόξαν ἐξ ἐκείνου τοῦ χρόνου παραστῆναι βέβαιον, ὅτι θεά τις αὐτῷ συνῆν.
ローマ人たちには目にするものそれぞれに対して驚愕が湧き起こり、その時以来、ある女神が彼とともにいるのだという確固たる信念が彼らの中に生じた。