§2.61.1οἱ δὲ τὰ μυθώδη πάντα περιαιροῦντες ἐκ τῆς ἱστορίας πεπλάσθαι φασὶν ὑπὸ τοῦ Νόμα τὸν περὶ τῆς Ἠγερίας λόγον, ἵνα ῥᾷον αὐτῷ προσέχωσιν οἱ τὰ θεῖα δεδιότες καὶ προθύμως δέχωνται τοὺς ὑπʼ αὐτοῦ τιθεμένους νόμους, ὡς παρὰ θεῶν κομιζομένους.
但那些清除历史中一切神话色彩的人则说,关于埃格里亚的故事是努马虚构的,目的是为了让那些敬畏神明的人能更容易地听从他,并乐意接受由他制定的法律,将之视为来自神明的恩赐。
§2.61.2λαβεῖν δὲ αὐτὸν τὴν τούτων μίμησιν ἀποφαίνουσιν ἐκ τῶν Ἑλληνικῶν παραδειγμάτων ζηλωτὴν γενόμενον τῆς τε Μίνω τοῦ Κρητὸς καὶ τῆς Λυκούργου τοῦ Λακεδαιμονίου σοφίας· ὧν ὁ μὲν ὁμιλητὴς ἔφη γενέσθαι τοῦ Διὸς καὶ φοιτῶν εἰς τὸ Δικταῖον ὄρος, ἐν ᾧ τραφῆναι τὸν Δία μυθολογοῦσιν οἱ Κρῆτες ὑπὸ τῶν Κουρήτων νεογνὸν ὄντα, κατέβαινεν εἰς τὸ ἱερὸν ἄντρον καὶ τοὺς νόμους ἐκεῖ συντιθεὶς ἐκόμιζεν, οὓς ἀπέφαινε παρὰ τοῦ Διὸς λαμβάνειν· ὁ δὲ Λυκοῦργος εἰς Δελφοὺς ἀφικνούμενος ὑπὸ τοῦ §2.61.3Ἀπόλλωνος ἔφη διδάσκεσθαι τὴν νομοθεσίαν.
他们指出,他是通过效法克里特人米诺斯和拉刻代蒙人莱库古的智慧,从而从希腊的先例中获得了对这些做法的模仿;在他们当中,前者声称自己成了宙斯的伴侣,并常去迪克特山——克里特人传说宙斯还是婴儿时曾在此由库雷特斯人抚养——他常下到神圣的洞穴中,并在那里编纂法律后带回,声称这些法律是他从宙斯那里获得的;而莱库古则前往德尔斐,声称自己的立法工作是由阿波罗传授的。
τὸ μὲν οὖν ἀκριβολογεῖσθαι περὶ τῶν μυθικῶν ἱστορημάτων καὶ μάλιστα τῶν εἰς θεοὺς ἀναφερομένων μακρῶν λόγων δεόμενον ὁρῶν ἐάσω, ἃ δέ μοι δοκοῦσιν ἀγαθὰ Ῥωμαῖοι λαβεῖν ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς ἀρχῆς, ὡς ἐκ τῶν ἐπιχωρίων ἔμαθον ἱστοριῶν ἀφηγήσομαι, προειπὼν ἐν οἵαις ἐτύγχανε ταραχαῖς τὰ πράγματα τῆς πόλεως ὄντα, πρὶν ἐκεῖνον ἐπὶ τὴν βασιλείαν παρελθεῖν.
因此,看到对神话传说进行详细考证——尤其是那些归于神明的传说——需要长篇大论,我将予以略过,而我将根据从当地历史中学到的内容,叙述在我看来罗马人从那个人的统治中获得了哪些益处,并在之前先说明,在他登基为王之前,城邦的事务正处于何等混乱的状态之中。