§2.60.1ὁ δὲ Νόμας ἀφικομένων ὡς αὐτὸν τῶν καλούντων ἐπὶ τὴν ἡγεμονίαν, τέως μὲν ἀντέλεγε καὶ μέχρι πολλοῦ διέμεινεν ἀπομαχόμενος μὴ λαβεῖν τὴν ἀρχήν, ὡς δὲ οἵ τε ἀδελφοὶ προσέκειντο λιπαροῦντες καὶ τελευτῶν ὁ πατὴρ οὐκ ἠξίου τηλικαύτην τιμὴν διδομένην ἀπωθεῖσθαι, συνέγνω γενέσθαι βασιλεύς·
当那些召他来掌握统治权的人来到他那里时,努马起初予以拒绝,并且长期坚持抗拒不接受这一职位;但是当他的兄弟们极力恳求,最后他的父亲也认为不应当拒绝所赐予的如此巨大的荣誉时,他便同意成为国王。
§2.60.2τοῖς δὲ Ῥωμαίοις πυθομένοις ταῦτα παρὰ τῶν πρεσβευτῶν, πρὶν ὄψει τὸν ἄνδρα ἰδεῖν πολὺς αὐτοῦ παρέστη πόθος, ἱκανὸν ἡγουμένοις τεκμήριον εἶναι τῆς σοφίας, εἰ τῶν ἄλλων ὑπὲρ τὸ μέτριον ἐκτετιμηκότων βασιλείαν καὶ τὸν εὐδαίμονα βίον ἐν ταύτῃ τιθεμένων μόνος ἐκεῖνος ὡς φαύλου τινὸς καὶ οὐκ ἀξίου σπουδῆς πράγματος καταφρονεῖ, παραγενομένῳ τε ὑπήντων ἔτι καθʼ ὁδὸν ὄντι σὺν ἐπαίνῳ πολλῷ καὶ ἀσπασμοῖς καὶ ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς τὴν πόλιν.
\n 罗马人从使节那里获悉此事后,在亲眼见到这个人之前,就对他产生了极大的渴望,因为他们认为这是一个足以证明其智慧的证据:当其他人过度崇尚王权并将幸福的生活寄托于其中时,唯独他却将之视为无用且不值一提的事物而加以轻视。 当他到达时,他们在他还在半路上时就以极大的赞誉和问候迎接他,并伴随着其他的各种荣誉将他送入城中。
§2.60.3ἐκκλησίας δὲ μετὰ τοῦτο συναχθείσης, ἐν ᾗ διήνεγκαν ὑπὲρ αὐτοῦ τὰς ψήφους αἱ φυλαὶ κατὰ φράτρας καὶ τῶν πατρικίων ἐπικυρωσάντων τὰ δόξαντα τῷ πλήθει καὶ τελευταῖον ἔτι τῶν ὀρνιθοσκόπων αἴσια τὰ παρὰ τοῦ δαιμονίου σημεῖα ἀποφηνάντων παραλαμβάνει τὴν ἀρχήν.
\n 此后,公民大会召集起来,在大会上,各部落按库里亚为他投了票,并在贵族批准了民众的决定后,最后在鸟卜官宣布神灵显现的预兆为吉兆之后,他接掌了统治权。
§2.60.4τοῦτον τὸν ἄνδρα Ῥωμαῖοί φασι στρατείαν μηδεμίαν ποιήσασθαι, θεοσεβῆ δὲ καὶ δίκαιον γενόμενον ἐν εἰρήνῃ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσαι καὶ τὴν πόλιν ἄριστα πολιτευομένην παρασχεῖν, λόγους τε ὑπὲρ αὐτοῦ πολλοὺς καὶ θαυμαστοὺς λέγουσιν ἀναφέροντες τὴν ἀνθρωπίνην σοφίαν εἰς θεῶν ὑποθήκας.
\n 罗马人说,此人没有进行过任何军事远征,而是虔敬且公正,在和平中度过了他统治的全部时间,并使国家处于最佳的治理状态;他们还讲述了许多关于他的奇妙传说,将他人类的智慧归功于神明的指引。
§2.60.5νύμφην γάρ τινα μυθολογοῦσιν Ἠγερίαν φοιτᾶν πρὸς αὐτὸν ἑκάστοτε διδάσκουσαν τὴν βασιλικὴν σοφίαν, ἕτεροι δὲ οὐ νύμφην, ἀλλὰ τῶν Μουσῶν μίαν.
\n 因为他们虚构神话说,有一位名叫埃格里亚的水仙女每次都来拜访他,传授他王者的智慧,而另一些人则说那不是水仙女,而是缪斯女神之一。
καὶ τοῦτό φασι γενέσθαι πᾶσι φανερόν.
他们说这件事对所有人来说都变得显而易见。
ἀπιστούντων γὰρ, ὡς ἔοικε, τῶν ἀνθρώπων κατʼ ἀρχὰς καὶ πεπλάσθαι νομιζόντων τὸν περὶ τῆς θεᾶς λόγον, βουλόμενον αὐτὸν ἐπιδείξασθαι τοῖς ἀπιστοῦσιν ἐναργές τι μήνυμα τῆς πρὸς τὴν δαίμονα ὁμιλίας διδαχθέντα ὑπʼ αὐτῆς ποιῆσαι τάδε· §2.60.6καλέσαντα Ῥωμαίων πολλοὺς καὶ ἀγαθοὺς εἰς τὴν οἰκίαν, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν, ἔπειτα δείξαντα τοῖς ἐλθοῦσι τὰ ἔνδον τῇ τε ἄλλῃ κατασκευῇ φαύλως κεχορηγημένα καὶ δὴ καὶ τῶν εἰς ἑστίασιν ὀχλικὴν ἐπιτηδείων ἄπορα, τότε μὲν ἀπαλλάττεσθαι κελεύειν, εἰς ἑσπέραν δὲ §2.60.7καλεῖν αὐτοὺς ἐπὶ τὸ δεῖπνον·
因为起初,人们似乎并不相信,认为关于这位女神的说法是虚构的,而他想要向怀疑者展示他与神灵交往的清晰凭证,于是在受到她的指引后,做了以下的事:\n 他邀请了许多优秀的罗马人到他当时居住的房子里,然后向来访者展示屋里其他的陈设十分简陋,甚至连供大众宴饮所需的物资也极为匮乏,接着便让他们当时先离开,但到了晚上\n 邀请他们来赴宴。
παραγενομένοις δὲ κατὰ τὴν ἀποδειχθεῖσαν ὥραν ἐπιδεῖξαι στρωμνάς τε πολυτελεῖς καὶ τραπέζας ἐκπωμάτων γεμούσας πολλῶν καὶ καλῶν ἑστίασίν τε αὐτοῖς παραθεῖναι κατακλιθεῖσιν ἁπάσης ἐδωδῆς, ἣν οὐδʼ ἂν ἐκ πολλοῦ πάνυ χρόνου παρασκευάσασθαί τινι τῶν τότε ἀνθρώπων ῥᾴδιον ἦν.
当他们按约定的时间到来时,他向他们展示了奢华的卧榻和摆满许多精美杯盏的餐桌,并为落座的他们呈上了各种食物的丰盛宴席,而这些食物是当时的任何人即使花上极长的时间也难以准备出来的。
τοῖς δὲ Ῥωμαίοις κατάπληξίν τε πρὸς ἕκαστον τῶν ὁρωμένων ὑπελθεῖν καὶ δόξαν ἐξ ἐκείνου τοῦ χρόνου παραστῆναι βέβαιον, ὅτι θεά τις αὐτῷ συνῆν.
罗马人对眼前的每一件东西都感到震惊,并且从那时起,心中便确立了一个坚定的信念:有某位女神与他同在。