§2.59.1μέχρι μὲν δὴ τούτων οὐδὲν ἀντειπεῖν ἔχω πρὸς τοὺς ἐκδεδωκότας τὴν περὶ τὸν ἄνδρα τοῦτον ἱστορίαν, ἐν δὲ τοῖς ἑξῆς ἀπορῶ τί ποτε χρὴ λέγειν.
ここまでのところについては、この男に関する歴史を公表した人々に対して反論することは何もない。 しかし、これに続くことについては、一体何を言うべきか当惑している。
πολλοὶ μὲν γάρ εἰσιν οἱ γράψαντες ὅτι Πυθαγόρου μαθητὴς ὁ Νόμας ἐγένετο καὶ καθʼ ὃν χρόνον ὑπὸ τῆς Ῥωμαίων πόλεως ἀπεδείχθη βασιλεὺς φιλοσοφῶν ἐν Κρότωνι διέτριβεν, ὁ δὲ χρόνος τῆς Πυθαγόρου ἡλικίας μάχεται πρὸς τὸν λόγον.
なぜなら、ヌマがピュタゴラスの弟子となったこと、またローマの都市によって王に指名されたとき、クロトンで哲学を修めながら滞在していたと書いている者が多いからである。 しかし、ピュタゴラスの生きた時代は、この話と矛盾している。
§2.59.2οὐ γὰρ ὀλίγοις ἔτεσιν, ἀλλὰ καὶ τέτταρσι γενεαῖς ὅλαις ὕστερος ἐγένετο Πυθαγόρας Νόμα, ὡς ἐκ τῶν κοινῶν παρειλήφαμεν ἱστοριῶν.
なぜなら、私たちが共通の歴史から受け取っているように、ピュタゴラスはヌマよりも、わずかな歳月ではなく、実に四世代も後の人物だったからである。
ὁ μὲν γὰρ ἐπὶ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος μεσούσης τὴν Ῥωμαίων βασιλείαν παρέλαβε, Πυθαγόρας δὲ μετὰ τὴν πεντηκοστὴν ὀλυμπιάδα διέτριψεν ἐν Ἰταλίᾳ.
というのも、ヌマは第十六回オリンピアードの半ばにローマの王位を引き継いだが、ピュタゴラスは第五十回オリンピアードの後にイタリアに滞在したからである。
§2.59.3τούτου δʼ ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις, ὅτι καθʼ ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις ἦν ἡ Κρότων·
このことについて、私はさらに大きな証拠を挙げることができる。 それは、この男について伝えられている歴史と時代が一致しないことを示すものであり、すなわち、ヌマがローマ人によって王位に招かれたとき、クロトンはまだ都市として存在していなかったということである。
τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος αὐτὴν ἔκτισεν ἐνιαυτῷ τρίτῳ τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος.
というのも、ヌマがローマ人を支配し始めてから実に四年の後に、ミュスケロスが第十七回オリンピアードの第三年にそれを創建したからである。
οὔτε δὴ Πυθαγόρᾳ τῷ Σαμίῳ συμφιλοσοφῆσαι τῷ μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς ἦν τὸν Νόμαν οὔτʼ ἐν Κρότωνι διατρίβειν, ὅτʼ αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν Ῥωμαῖοι, τῇ §2.59.4μήπω τότʼ οὔσῃ πόλει.
したがって、ヌマは四世代後に全盛期を迎えたサモス人ピュタゴラスとともに哲学を修めることもできなかったし、ローマ人が彼を王位に招いたときに、当時はまだ存在していなかった都市に滞在することもできなかった。
ἀλλʼ ἐοίκασιν οἱ τὰ ὑπὲρ αὐτοῦ γράψαντες, εἰ χρὴ δόξαν ἰδίαν ἀποφήνασθαι, δύο ταῦτα λαβόντες ὁμολογούμενα, τήν τε Πυθαγόρου διατριβὴν τὴν γενομένην ἐν Ἰταλίᾳ καὶ τὴν Νόμα σοφίαν ʽὡμολόγηται γὰρ ὑπὸ πάντων ὁ ἀνὴρ γενέσθαι σοφόσʼ ἐπισυνάψαι ταῦτα καὶ ποιῆσαι Πυθαγόρου μαθητὴν τὸν Νόμαν οὐκέτι τοὺς βίους αὐτῶν ἐξετάσαντες, εἰ κατὰ τοὺς αὐτοὺς ἤκμασαν ἀμφότεροι χρόνους, §2.59.5ὅπερ ἐγὼ πεποίηκα νῦν·
しかし、彼について書いた人々は、もし私自身の意見を述べるべきであるならば、次の二つの合意された事柄、すなわちピュタゴラスのイタリアにおける滞在と、ヌマの知恵(この男が賢者であったことはすべての人に合意されているからである)を取り上げ、彼らの生涯を、両者が同じ時代に全盛期を迎えたかどうか精査することなく(私が今行ったように)、これらを結びつけてヌマをピュタゴラスの弟子にしてしまったようである。
εἰ μή τις ἄρα Πυθαγόραν ἕτερον ὑποθήσεται πρὸ τοῦ Σαμίου γεγομέναι παιδευτὴν σοφίας, ᾧ συνδιέτριψεν ὁ Νόμας.
ただし、誰かが、サモス人の前に現れた別のピュタゴラス、すなわちヌマがともに過ごした知恵の教師を仮定しない限りは。
τοῦτο δʼ οὐκ οἶδʼ ὅπως ἂν ἀποδεῖξαι δύναιτο μηδενὸς τῶν ἀξιολόγων μήτε Ῥωμαίου μήθʼ Ἕλληνος, ὅσα κἀμὲ εἰδέναι, παραδεδωκότος ἐν ἱστορίᾳ.
しかし、価値あるローマ人やギリシア人の執筆者で、私の知る限りでは、歴史においてそのようなことを伝えている者は誰もいないので、どうやってこれを証明できるのか私にはわからない。
ἀλλὰ περὶ μὲν τούτων ἅλις.
だが、これらについてはこれで十分としよう。