§2.59.1μέχρι μὲν δὴ τούτων οὐδὲν ἀντειπεῖν ἔχω πρὸς τοὺς ἐκδεδωκότας τὴν περὶ τὸν ἄνδρα τοῦτον ἱστορίαν, ἐν δὲ τοῖς ἑξῆς ἀπορῶ τί ποτε χρὴ λέγειν.
在此之前,对于那些出版了关于这个人的历史的人,我没有任何反驳的话;但在接下来的内容中,我不知道该说什么。
πολλοὶ μὲν γάρ εἰσιν οἱ γράψαντες ὅτι Πυθαγόρου μαθητὴς ὁ Νόμας ἐγένετο καὶ καθʼ ὃν χρόνον ὑπὸ τῆς Ῥωμαίων πόλεως ἀπεδείχθη βασιλεὺς φιλοσοφῶν ἐν Κρότωνι διέτριβεν, ὁ δὲ χρόνος τῆς Πυθαγόρου ἡλικίας μάχεται πρὸς τὸν λόγον.
因为有许多人写道,努马是毕达哥拉斯的弟子,而且在罗马城任命他为国王的时候,他正住在克罗托内,研习哲学;然而毕达哥拉斯一生的年代与这一说法相抵触。
§2.59.2οὐ γὰρ ὀλίγοις ἔτεσιν, ἀλλὰ καὶ τέτταρσι γενεαῖς ὅλαις ὕστερος ἐγένετο Πυθαγόρας Νόμα, ὡς ἐκ τῶν κοινῶν παρειλήφαμεν ἱστοριῶν.
因为毕达哥拉斯比努马晚了不是几年,而是整整四代人,正如我们从共同的历史中所了解到的。
ὁ μὲν γὰρ ἐπὶ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος μεσούσης τὴν Ῥωμαίων βασιλείαν παρέλαβε, Πυθαγόρας δὲ μετὰ τὴν πεντηκοστὴν ὀλυμπιάδα διέτριψεν ἐν Ἰταλίᾳ.
因为前者是在第十六届奥林匹克运动会中期接管了罗马王位,而毕达哥拉斯则是在第五十届奥林匹克运动会之后才住在意大利。
§2.59.3τούτου δʼ ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις, ὅτι καθʼ ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις ἦν ἡ Κρότων· τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος αὐτὴν ἔκτισεν ἐνιαυτῷ τρίτῳ τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος.
关于时间与关于该人的传世历史不相符,我还有比这更大的证据可以说明:即当努马被罗马人召去当国王的时候,克罗托内还不是一座城市;因为在努马开始统治罗马人整整四年之后,米斯凯洛斯才在第十七届奥林匹克运动会的第三年创建了它。
οὔτε δὴ Πυθαγόρᾳ τῷ Σαμίῳ συμφιλοσοφῆσαι τῷ μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς ἦν τὸν Νόμαν οὔτʼ ἐν Κρότωνι διατρίβειν, ὅτʼ αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν Ῥωμαῖοι, τῇ §2.59.4μήπω τότʼ οὔσῃ πόλει.
因此,努马既不可能与四代之后才达到全盛期的萨摩斯人毕达哥拉斯共同研习哲学,也不可能在罗马人召他去当国王时住在克罗托内,这个在当时还不存在的城市。
ἀλλʼ ἐοίκασιν οἱ τὰ ὑπὲρ αὐτοῦ γράψαντες, εἰ χρὴ δόξαν ἰδίαν ἀποφήνασθαι, δύο ταῦτα λαβόντες ὁμολογούμενα, τήν τε Πυθαγόρου διατριβὴν τὴν γενομένην ἐν Ἰταλίᾳ καὶ τὴν Νόμα σοφίαν ʽὡμολόγηται γὰρ ὑπὸ πάντων ὁ ἀνὴρ γενέσθαι σοφόσʼ ἐπισυνάψαι ταῦτα καὶ ποιῆσαι Πυθαγόρου μαθητὴν τὸν Νόμαν οὐκέτι τοὺς βίους αὐτῶν ἐξετάσαντες, εἰ κατὰ τοὺς αὐτοὺς ἤκμασαν ἀμφότεροι χρόνους, §2.59.5ὅπερ ἐγὼ πεποίηκα νῦν· εἰ μή τις ἄρα Πυθαγόραν ἕτερον ὑποθήσεται πρὸ τοῦ Σαμίου γεγομέναι παιδευτὴν σοφίας, ᾧ συνδιέτριψεν ὁ Νόμας.
但是,那些写关于他的人,如果必须发表我个人的看法,似乎是在掌握了这两件公认的事实后——即毕达哥拉斯在意大利的居住,以及努马的智慧(因为所有人都公认此人是聪慧的)——便将这些结合起来,使努马成为毕达哥拉斯的弟子,而不再去考察他们的生平,看他们是否在同一时代达到全盛,就像我刚才做的那样;除非有人假设在萨摩斯人之前有另一个毕达哥拉斯,作为智慧的教师,努马曾与他共处。
τοῦτο δʼ οὐκ οἶδʼ ὅπως ἂν ἀποδεῖξαι δύναιτο μηδενὸς τῶν ἀξιολόγων μήτε Ῥωμαίου μήθʼ Ἕλληνος, ὅσα κἀμὲ εἰδέναι, παραδεδωκότος ἐν ἱστορίᾳ.
但我不知道如何能证明这一点,因为据我所知,在有声望的罗马或希腊历史学家中,没有任何人将此载入历史。
ἀλλὰ περὶ μὲν τούτων ἅλις.
不过,关于这些事就说这么多吧。