§2.58.1ἑλκομένης δʼ ἐπὶ πολὺ τῆς φιλονεικίας τελευτῶντες ἐπὶ τούτῳ συνέβησαν τῷ δικαίῳ, ὥστε δυεῖν θάτερον, ἢ τοὺς πρεσβυτέρους βουλευτὰς ἀποδεῖξαι βασιλέα σφῶν μὲν αὐτῶν μηδένα, τῶν δʼ ἄλλων ὃν ἂν ἐπιτηδειότατον εἶναι νομίσωσιν, ἢ τοὺς νεωτέρους τὸ αὐτὸ ποιῆσαι τοῦτο.
争いが長引いたので、彼らはついに、二つのうちどちらか一方を行うという、次のような公平な条件で合意した。 すなわち、古参の議員たちが自分たちのうちからは誰も王に指名せず、他の人々の中から最も適任と思われる者を指名するか、あるいは新参の議員たちがこれと同じことを行うかである。
δέχονται τὴν αἵρεσιν οἱ πρεσβύτεροι καὶ πόλλʼ ἐπὶ σφῶν αὐτῶν βουλευσάμενοι τάδʼ ἔγνωσαν·
古参の議員たちはこの選択権を受け入れ、自分たちの間で深く相談した末に、次のように決定した。
ἐπειδὴ τῆς ἡγεμονίας αὐτοὶ κατὰ τὰς συνθήκας ἀπηλαύνοντο μηδὲ τῶν ἐπεισελθόντων βουλευτῶν μηδενὶ προσθεῖναι τὴν ἀρχήν, ἀλλʼ ἐπακτόν τινα ἔξωθεν ἄνδρα καὶ μηδʼ ὁποτέροις προσθησόμενον, ὡς ἂν μάλιστα ἐξαιρεθείη τὸ στασιάζον, §2.58.2ἐξευρόντες ἀποδεῖξαι βασιλέα.
合意によって彼ら自身が支配権から除外される以上、後から加わった議員たちの誰にもその権力を授けないこと、そうではなく、党派争いが最も効果的に取り除かれるよう、外部から招かれた者で、どちらの側にも偏らないであろう人物を見つけ出して王に指名することを。
ταῦτα βουλευσάμενοι προὐχειρίσαντο ἄνδρα γένους μὲν τοῦ Σαβίνων, υἱὸν δὲ Πομπιλίου Πόμπωνος ἀνδρὸς ἐπιφανοῦς ὄνομα Νόμαν, ἡλικίας τε τῆς φρονιμωτάτης ὄντα, τετταρακονταετίας γὰρ οὐ πολὺ ἀπεῖχε, καὶ ἀξιώσει μορφῆς βασιλικόν.
彼らはこのように決定して、サビニ人の血統で、著名な人物であるポンピリウス・ポンポンの息子であり、名をヌマという男を選出した。 彼は最も思慮深い年齢にあり、四十歳からそれほど遠くはなく、外見の威厳においても王にふさわしかった。
§2.58.3ἦν δὲ αὐτοῦ καὶ κλέος μέγιστον οὐ παρὰ Κυρίταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς περιοίκοις ἐπὶ σοφίᾳ.
彼の知恵に対する名声は、クィリテスの間だけでなく、周辺の住民の間でも極めて高かった。
ὡς δὲ τοῦτʼ ἔδοξεν αὐτοῖς συγκαλοῦσι τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ παρελθὼν ἐξ αὐτῶν ὁ τότε μεσοβασιλεὺς εἶπεν, ὅτι κοινῇ δόξαν ἅπασι τοῖς βουλευταῖς βασιλικὴν καταστήσασθαι πολιτείαν, κύριος γεγονὼς αὐτὸς τῆς διαγνώσεως τοῦ παραληψομένου τὴν ἀρχὴν βασιλέα τῆς πόλεως αἱρεῖται Νόμαν Πομπίλιον.
これが彼らに決定されると、彼らは民衆を民会に召集した。 そして彼らのうちから当時のインターレクスが進み出て、全ての元老院議員が共同で王政を樹立することを決定し、自分自身がその支配権を引き継ぐべき者の選定についての決定権を授けられたので、都市の王としてヌマ・ポンピリウスを選出する、と述べた。
καὶ μετὰ τοῦτο πρεσβευτὰς ἀποδείξας ἐκ τῶν πατρικίων ἀπέστειλε τοὺς παραληψομένους τὸν ἄνδρα ἐπὶ τὴν ἀρχὴν ἐνιαυτῷ τρίτῳ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Πυθαγόρας Λάκων.
そしてこの後、彼はパトリキの中から使節を指名し、その男を支配権に就かせるために連れてくるべく派遣した。 第16回オリンピアード(ラコニア人ピュタゴラスがスタディオン競走で優勝した大会)の第3年のことであった。