Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.58.1-2.58.3

推选努马·庞皮里乌斯为王与派遣使者

第 149 段,共 962 段 · 希腊语

内容简介

古老元老院议员根据与新参议员达成的妥协方案,推选了不属于任何派系的外部贤人努马·庞皮里乌斯为国王,并派遣了使者去迎接他。

§2.58.1ἑλκομένης δʼ ἐπὶ πολὺ τῆς φιλονεικίας τελευτῶντες ἐπὶ τούτῳ συνέβησαν τῷ δικαίῳ, ὥστε δυεῖν θάτερον, ἢ τοὺς πρεσβυτέρους βουλευτὰς ἀποδεῖξαι βασιλέα σφῶν μὲν αὐτῶν μηδένα, τῶν δʼ ἄλλων ὃν ἂν ἐπιτηδειότατον εἶναι νομίσωσιν, ἢ τοὺς νεωτέρους τὸ αὐτὸ ποιῆσαι τοῦτο.
由于争执持续了很久,他们最终达成了如下公平的协议,即在两件事中任选其一:要么由古老元老院议员不从他们自己中间、而从其余的人中指名他们认为最合适的人为国王,要么由新参议员也同样这样做。
δέχονται τὴν αἵρεσιν οἱ πρεσβύτεροι καὶ πόλλʼ ἐπὶ σφῶν αὐτῶν βουλευσάμενοι τάδʼ ἔγνωσαν· ἐπειδὴ τῆς ἡγεμονίας αὐτοὶ κατὰ τὰς συνθήκας ἀπηλαύνοντο μηδὲ τῶν ἐπεισελθόντων βουλευτῶν μηδενὶ προσθεῖναι τὴν ἀρχήν, ἀλλʼ ἐπακτόν τινα ἔξωθεν ἄνδρα καὶ μηδʼ ὁποτέροις προσθησόμενον, ὡς ἂν μάλιστα ἐξαιρεθείη τὸ στασιάζον, §2.58.2ἐξευρόντες ἀποδεῖξαι βασιλέα.
古老议员们接受了这一选择,在他们自己中间进行了深思熟虑后,决定如下:既然根据协定他们自己被排除在统治权之外,就不把这一权力授予任何后来引入的议员,而是为了能最大程度地消除派系斗争,从外部寻找并任命一位不偏向任何一方的引进之人为国王。
ταῦτα βουλευσάμενοι προὐχειρίσαντο ἄνδρα γένους μὲν τοῦ Σαβίνων, υἱὸν δὲ Πομπιλίου Πόμπωνος ἀνδρὸς ἐπιφανοῦς ὄνομα Νόμαν, ἡλικίας τε τῆς φρονιμωτάτης ὄντα, τετταρακονταετίας γὰρ οὐ πολὺ ἀπεῖχε, καὶ ἀξιώσει μορφῆς βασιλικόν.
他们这样决定后,选出了一位萨宾族人,名叫努马,是杰出人物庞皮里乌斯·庞波之子,他正处于最成熟睿智的年龄(离四十岁不远),且在外貌的尊严上颇具国王风范。
§2.58.3ἦν δὲ αὐτοῦ καὶ κλέος μέγιστον οὐ παρὰ Κυρίταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς περιοίκοις ἐπὶ σοφίᾳ.
他的智慧之名不仅在奎里特斯人中,而且在周边邻人中都享有极高的声誉。
ὡς δὲ τοῦτʼ ἔδοξεν αὐτοῖς συγκαλοῦσι τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ παρελθὼν ἐξ αὐτῶν ὁ τότε μεσοβασιλεὺς εἶπεν, ὅτι κοινῇ δόξαν ἅπασι τοῖς βουλευταῖς βασιλικὴν καταστήσασθαι πολιτείαν, κύριος γεγονὼς αὐτὸς τῆς διαγνώσεως τοῦ παραληψομένου τὴν ἀρχὴν βασιλέα τῆς πόλεως αἱρεῖται Νόμαν Πομπίλιον.
这一决定做出后,他们把群众召集到大会中,当时的间王从他们中间走上前,说道:鉴于全体元老院议员共同决定建立君主制政体,且他本人已获得决定谁将接管统治权的权力,因而选举努马·庞皮里乌斯为城邦的国王。
καὶ μετὰ τοῦτο πρεσβευτὰς ἀποδείξας ἐκ τῶν πατρικίων ἀπέστειλε τοὺς παραληψομένους τὸν ἄνδρα ἐπὶ τὴν ἀρχὴν ἐνιαυτῷ τρίτῳ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Πυθαγόρας Λάκων.
此后,他从贵族中指派使者,派遣他们去迎接该人来接管政府,此时正值第十六届奥林匹克运动会第三年,该届运动会的百米短跑冠军是拉科尼亚人毕达哥拉斯。

词汇与语法注释

  1. 2.58.1ὥστε δυεῖν θάτερον — 紧跟在 `ὥστε` 后面作宾格短语的 `δυεῖν θάτερον`(两者之一),由 `ἢ ... ἀποδεῖξαι` 和 `ἢ ... ποιῆσαι` 这两个并列的带不定式的宾格分句作同位语进行具体解释。
  2. 2.58.1τάδʼ ἔγνωσαν· ἐπειδὴ ... ἀποδεῖξαι — 作为主句动词 `ἔγνωσαν`(他们决定)宾语的不定式有两个:`μηδὲ ... προσθεῖναι`(不授予)和 `ἀλλὰ ... ἀποδεῖξαι`(而任命)。中间的 `ἐπειδὴ` 从句是表原因的状语从句,而分词 `ἐξευρόντες` 直接修饰不定式 `ἀποδεῖξαι`。
  3. 2.58.3δόξαν — 这是无人称动词 `δοκεῖ` 的中性单数宾格分词构成的“宾格绝对”(accusative absolute)结构,表示原因,意为“既然已决定……”。随后整个 `ὅτι` 从句的主动词为 `αἱρεῖται`。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.58.1-2.58.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.58.1-2.58.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。