§2.56.1οὗτοι συνέστησαν οἱ πόλεμοι Ῥωμύλῳ λόγου καὶ μνήμης ἄξιοι.
これらが、ロムルスに降りかかった、言及と記憶に値する戦争であった。
τοῦ δὲ μηδὲν ἔτι τῶν πλησίον ἐθνῶν ὑπαγαγέσθαι ταχεῖα ἡ τελευτὴ τοῦ βίου συμβᾶσα ἔτι ἀκμάζοντι αὐτῷ τὰ πολέμια πράττειν ἐν αἰτίᾳ γενέσθαι ἔδοξε·
これ以上近隣の諸民族を服従させることができなかったのは、彼が軍事的な務めを果たすうえでいまだ盛んであったときに、生涯の早い死が訪れたことが原因であると思われた。
περὶ ἧς πολλοὶ παραδέδονται λόγοι καὶ διάφοροι.
その死については、多くの、そして多様な説が伝えられている。
§2.56.2οἱ μὲν οὖν μυθωδέστερα τὰ περὶ αὐτοῦ ποιοῦντες ἐκκλησιάζοντά φασιν αὐτὸν ἐπὶ στρατοπέδου ζόφου κατασκήψαντος ἐξ αἰθρίας καὶ χειμῶνος μεγάλου καταρραγέντος ἀφανῆ γενέσθαι καὶ πεπιστεύκασιν ὑπὸ τοῦ πατρὸς Ἄρεος τὸν ἄνδρα ἀνηρπάσθαι·
そこで、彼にまつわる出来事をより神話的なものにする人々は、彼が陣地で民会を開いていたときに、晴天から暗闇が急に降りてきて大嵐が巻き起こり、彼が姿を消したと言い、その男は父アレスによってさらわれたと信じている。
§2.56.3οἱ δὲ τὰ πιθανώτερα γράφοντες πρὸς τῶν ἰδίων πολιτῶν λέγουσιν αὐτὸν ἀποθανεῖν.
一方、より信憑性の高いことを書く人々は、彼が自国の市民たちの手によって死んだと言っている。
αἰτίαν δὲ τῆς ἀναιρέσεως αὐτοῦ φέρουσι τήν τε ἄφεσιν τῶν ὁμήρων, οὓς παρὰ Οὐιεντανῶν ἔλαβεν, ἄνευ κοινῆς γνώμης γενομένην παρὰ τὸ εἰωθός, καὶ τὸ μηκέτι τὸν αὐτὸν προσφέρεσθαι τρόπον τοῖς ἀρχαιοτάτοις πολίταις καὶ τοῖς προσγράφοις, ἀλλὰ τοὺς μὲν ἐν τιμῇ πλείονι ἄγειν, τῶν δʼ ἐπεισαχθέντων ὑπερορᾶν, τό τε ὠμὸν αὐτοῦ τὸ περὶ τὰς τιμωρίας τῶν ἐξαμαρτανόντων, ʽῬωμαίων γάρ τινας ἐπὶ λῃστείᾳ τῶν πλησιοχώρων κατηγορηθέντας οὔτε ἀφανεῖς ἄνδρας οὔτε ὀλίγους ἐκέλευσεν ὦσαι κατὰ τοῦ κρημνοῦ τὴν δίκην αὐτὸς μόνος δικάσασʼ μάλιστα δὲ ὅτι βαρὺς ἤδη καὶ αὐθάδης εἶναι ἐδόκει καὶ τὴν ἀρχὴν οὐκέτι βασιλικῶς ἀλλὰ τυραννικώτερον ἐξάγειν.
彼の殺害の理由として彼らが挙げるのは、ウェイイ人から受け取った人質を、慣例に反して共同の決定なしに解放したこと、また、最も古い市民たちと新しく登録された市民たちに対して最早同じ態度で接せず、前者をより重んじる一方で後から導入された者たちを軽視したこと、さらに罪を犯した者たちに対する刑罰における彼の非道さ(実際、近隣住民に対する強盗の罪で告発された、無名でもなく少数でもない何人かのローマ人を、彼自身がただ一人で裁判を行い、崖から突き落とすよう命じたのである)、そして何よりも、彼がもはや傲慢で独断的であると思われるようになり、その支配を王らしくではなく、むしろ僭主のように行うようになったことである。
§2.56.4διὰ ταύτας δὴ λέγουσι τὰς αἰτίας συστάντας ἐπʼ αὐτῷ τοὺς πατρικίους βουλεῦσαι τὸν φόνον, πρᾶξαι δὲ τὸ ἔργον ἐν τῷ βουλευτηρίῳ καὶ διελόντας τὸ σῶμα κατὰ μέρη χάριν τοῦ μὴ φανῆναι τὸν νεκρὸν ἐξελθεῖν κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς ὅσον ἕκαστος εἶχεν αὐτοῦ §2.56.5μέρος καὶ μετὰ τοῦτο γῇ κρύψαι κατὰ τὸ ἀφανές.
これらの理由により、パトリキたちが彼に対して謀議して暗殺を計画し、元老院議事堂の中でその凶行に及び、遺体が見つからないようにするために体をバラバラに分断し、各自がその一部を衣服の下に隠して外に持ち出し、その後に人目につかないように土の中に隠したと言われている。
οἱ δʼ ἐκκλησιάζοντα μὲν αὐτόν φασιν ὑπὸ τῶν νεοπολιτῶν Ῥωμαίων ἀναιρεθῆναι, ἐπιχειρῆσαι δʼ αὐτοὺς τῷ φόνῳ καθʼ ὃν χρόνον δηλαδὴ καὶ τὸ σκότος ἐγένετο διασκεδασθέντος ἐκ τῆς ἐκκλησίας τοῦ δήμου καὶ μονωθέντος τῆς φυλακῆς τοῦ ἡγεμόνος.
また別の者たちは、彼が民会を開いていたときに新しいローマ市民たちによって殺害されたと言っており、彼らがその殺害に着手したのは、まさに暗闇が生じたときであり、そのとき民衆は民会から散り散りになり、指導者は護衛から孤立していたのだという。
διὰ τοῦτο γοῦν φασι τὴν ἡμέραν ἐν ᾗ τὸ πάθος ἐγένετο τῆς τροπῆς τοῦ πλήθους ἐπώνυμον εἶναι καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ὄχλου φυγὴν καλεῖσθαι.
少なくともこのために、この事件が起こった日は、群衆の逃走にちなんで名付けられ、我々の時代に至るまで「群衆の逃走」と呼ばれているのだと彼らは言っている。
§2.56.6ἔοικε δʼ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν.
しかし、死すべきものを神格化し、著名な人々の魂を天へと引き上げる人々にとって、あの男の誕生と死に際して神によってもたらされた出来事は、決して小さくない根拠を提供しているように思われる。
ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθʼ ὑπʼ ἀνθρώπων τινὸς εἴθʼ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.
というのも、彼の母が(人間のだれかによってであれ、神によってであれ)凌辱された際、太陽が完全に欠け、夜のように全くの暗闇が大地を覆ったと言われており、彼の最期においてもこれと全く同じ現象が起こったと言われているからである。
§2.56.7ὁ μὲν δὴ κτίσας τὴν Ῥώμην καὶ πρῶτος ἀποδειχθεὶς ὑπʼ αὐτῆς βασιλεὺς Ῥωμύλος τοιαύτης λέγεται τελευτῆς τυχεῖν, οὐδεμίαν ἐξ αὑτοῦ γενεὰν καταλιπών, ἑπτὰ μὲν ἔτη καὶ τριάκοντα βασιλεύσας, πεντηκοστὸν δὲ καὶ πέμπτον ἔτος ἔχων ἀπὸ γενεᾶς.
このようにして、ローマを創建し、それによって最初の王に指名されたロムルスは、このような最期を遂げたと伝えられており、彼自身の子孫を遺すことなく、37年間統治し、生まれてから55年目であった。
νέος γὰρ δὴ παντάπασιν ἔτυχε τῆς ἡγεμονίας ὀκτωκαιδεκαέτης ὤν, ὡς ἅπαντες ὁμολογοῦσιν οἱ τὰς περὶ αὐτοῦ συγγράψαντες ἱστορίας.
というのも、彼についての歴史を著したすべての者が合意しているように、彼は支配権を得たとき、18歳という極めて若い身であったからである。