Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.56.1-2.56.7

罗穆路斯之死及升天与被暗杀诸说

第 147 段,共 962 段 · 希腊语

内容简介

总结了罗穆路斯的功绩,并记录了关于他去世的多种传说,包括神话般的升天以及被贵族或新公民刺杀。

§2.56.1οὗτοι συνέστησαν οἱ πόλεμοι Ῥωμύλῳ λόγου καὶ μνήμης ἄξιοι.
这些是罗穆路斯所进行的、值得提及和纪念的战争。
τοῦ δὲ μηδὲν ἔτι τῶν πλησίον ἐθνῶν ὑπαγαγέσθαι ταχεῖα ἡ τελευτὴ τοῦ βίου συμβᾶσα ἔτι ἀκμάζοντι αὐτῷ τὰ πολέμια πράττειν ἐν αἰτίᾳ γενέσθαι ἔδοξε· περὶ ἧς πολλοὶ παραδέδονται λόγοι καὶ διάφοροι.
至于未能进一步征服邻近的任何民族,则是由于他生命的匆忙结束,而这发生在他仍处于进行军事活动的黄金时期,这被认为是其原因;关于他的死,有许多不同且多样的说法流传下来。
§2.56.2οἱ μὲν οὖν μυθωδέστερα τὰ περὶ αὐτοῦ ποιοῦντες ἐκκλησιάζοντά φασιν αὐτὸν ἐπὶ στρατοπέδου ζόφου κατασκήψαντος ἐξ αἰθρίας καὶ χειμῶνος μεγάλου καταρραγέντος ἀφανῆ γενέσθαι καὶ πεπιστεύκασιν ὑπὸ τοῦ πατρὸς Ἄρεος τὸν ἄνδρα ἀνηρπάσθαι· §2.56.3οἱ δὲ τὰ πιθανώτερα γράφοντες πρὸς τῶν ἰδίων πολιτῶν λέγουσιν αὐτὸν ἀποθανεῖν.
那些使他的传说更具神话色彩的人说,当他在营地举行大会时,晴空中突然降下黑暗,暴风雨大作,他便消失了,并且他们相信,此人是被他的父亲阿瑞斯掠走的;而那些撰写更具可信度历史的人则说,他是死于自己公民之手。
αἰτίαν δὲ τῆς ἀναιρέσεως αὐτοῦ φέρουσι τήν τε ἄφεσιν τῶν ὁμήρων, οὓς παρὰ Οὐιεντανῶν ἔλαβεν, ἄνευ κοινῆς γνώμης γενομένην παρὰ τὸ εἰωθός, καὶ τὸ μηκέτι τὸν αὐτὸν προσφέρεσθαι τρόπον τοῖς ἀρχαιοτάτοις πολίταις καὶ τοῖς προσγράφοις, ἀλλὰ τοὺς μὲν ἐν τιμῇ πλείονι ἄγειν, τῶν δʼ ἐπεισαχθέντων ὑπερορᾶν, τό τε ὠμὸν αὐτοῦ τὸ περὶ τὰς τιμωρίας τῶν ἐξαμαρτανόντων, ʽῬωμαίων γάρ τινας ἐπὶ λῃστείᾳ τῶν πλησιοχώρων κατηγορηθέντας οὔτε ἀφανεῖς ἄνδρας οὔτε ὀλίγους ἐκέλευσεν ὦσαι κατὰ τοῦ κρημνοῦ τὴν δίκην αὐτὸς μόνος δικάσασʼ μάλιστα δὲ ὅτι βαρὺς ἤδη καὶ αὐθάδης εἶναι ἐδόκει καὶ τὴν ἀρχὴν οὐκέτι βασιλικῶς ἀλλὰ τυραννικώτερον ἐξάγειν.
他们提出的刺杀原因包括:违反惯例、未经共同决策便释放了从维伊人那里得到的人质;不再以同样的方式对待最古老的公民和新登记的公民,而是对前者优礼有加,对后来引入的人予以蔑视;以及他在惩罚罪犯时的残暴(因为他曾独自一人审判,并下令将几名被指控掠夺邻居的罗马人从悬崖上推下去,这些人既非无名之辈,人数也不少);但最主要的原因是,他此时显得暴虐和专横,不再像国王那样治理国家,而是更像一个僭主。
§2.56.4διὰ ταύτας δὴ λέγουσι τὰς αἰτίας συστάντας ἐπʼ αὐτῷ τοὺς πατρικίους βουλεῦσαι τὸν φόνον, πρᾶξαι δὲ τὸ ἔργον ἐν τῷ βουλευτηρίῳ καὶ διελόντας τὸ σῶμα κατὰ μέρη χάριν τοῦ μὴ φανῆναι τὸν νεκρὸν ἐξελθεῖν κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς ὅσον ἕκαστος εἶχεν αὐτοῦ §2.56.5μέρος καὶ μετὰ τοῦτο γῇ κρύψαι κατὰ τὸ ἀφανές.
他们说,正是由于这些原因,贵族们联合起来反对他,策划了这场谋杀,并在元老院议事堂中实施了这一行径;为了不让尸体显露,他们将尸体肢解,每个人将分得的一部分藏在长袍下带了出去,在此之后将其隐秘地掩埋在泥土中。
οἱ δʼ ἐκκλησιάζοντα μὲν αὐτόν φασιν ὑπὸ τῶν νεοπολιτῶν Ῥωμαίων ἀναιρεθῆναι, ἐπιχειρῆσαι δʼ αὐτοὺς τῷ φόνῳ καθʼ ὃν χρόνον δηλαδὴ καὶ τὸ σκότος ἐγένετο διασκεδασθέντος ἐκ τῆς ἐκκλησίας τοῦ δήμου καὶ μονωθέντος τῆς φυλακῆς τοῦ ἡγεμόνος.
另一些人则说,当他在举行大会时,被罗马的新公民杀害,而他们企图动手谋杀的时间,正是黑暗发生、平民从大会中散去、而这位领袖失去护卫而落单的时候。
διὰ τοῦτο γοῦν φασι τὴν ἡμέραν ἐν ᾗ τὸ πάθος ἐγένετο τῆς τροπῆς τοῦ πλήθους ἐπώνυμον εἶναι καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ὄχλου φυγὴν καλεῖσθαι.
总之他们说,由于这个原因,发生这一灾难的日子以群众的逃跑命名,直到我们的时代仍被称为“民众的逃亡”。
§2.56.6ἔοικε δʼ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν.
然而,上天在那个人的诞生和消失时所降下的征兆,似乎给那些神化凡人、并将显赫人物的灵魂提升到天上的人提供了不小的依据。
ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθʼ ὑπʼ ἀνθρώπων τινὸς εἴθʼ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.
因为他们说,在他的母亲遭受强暴时——无论这是由某个凡人还是由神明所为——太阳都完全失明,如同黑夜一般的黑暗完全笼罩了大地;而在他的死期,据说发生了完全相同的现象。
§2.56.7ὁ μὲν δὴ κτίσας τὴν Ῥώμην καὶ πρῶτος ἀποδειχθεὶς ὑπʼ αὐτῆς βασιλεὺς Ῥωμύλος τοιαύτης λέγεται τελευτῆς τυχεῖν, οὐδεμίαν ἐξ αὑτοῦ γενεὰν καταλιπών, ἑπτὰ μὲν ἔτη καὶ τριάκοντα βασιλεύσας, πεντηκοστὸν δὲ καὶ πέμπτον ἔτος ἔχων ἀπὸ γενεᾶς.
这样,创建了罗马并被其立为首任国王的罗穆路斯,据传遭遇了如此的结局。 他没有留下任何后代,统治了三十七年,享年五十五岁。
νέος γὰρ δὴ παντάπασιν ἔτυχε τῆς ἡγεμονίας ὀκτωκαιδεκαέτης ὤν, ὡς ἅπαντες ὁμολογοῦσιν οἱ τὰς περὶ αὐτοῦ συγγράψαντες ἱστορίας.
因为他获得统治权时确实非常年轻,年仅十八岁,正如所有撰写关于他的历史的人所一致同意的那样。

词汇与语法注释

  1. 2.56.1τοῦ δὲ μηδὲν ἔτι τῶν πλησίον ἐθνῶν ὑπαγαγέσθαι — 句首由 τοῦ 引导的不定式从句作为表示原因的属格(原因属格),修饰主句中的 ἐν αἰτίᾳ γενέσθαι ἔδοξε(被认为是原因)。
  2. 2.56.3τοὺς μὲν ἐν τιμῇ πλείονι ἄγειν — ἄγειν 是带有 τοὺς μέν 作为主语的“对格加不定式”结构,意为“尊重、器重”,与后文的 τῶν δʼ ἐπεισαχθέντων ὑπερορᾶν 形成对比。
  3. 2.56.6περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν — 源自哲学名词的 σύγκρισις(结合、诞生)与 διάκρισις(分离、死亡),在此分别象征罗穆路斯的诞生与去世。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.56.1-2.56.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.56.1-2.56.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。