§2.55.1ἑτέρας δὲ μάχης μετʼ οὐ πολὺ γενομένης, ἐνίκων οἱ Ῥωμαῖοι σοφίᾳ τοῦ ἡγεμόνος ὄρος τι καταλαβομένου νύκτωρ οὐ πολὺν τοῦ στρατοπέδου τῶν πολεμίων τόπον ἀπέχον καὶ λοχίσαντος ἐν αὐτῷ τὴν ἀκμαιοτάτην τῶν ὕστερον ἀφικομένων ἐκ τῆς πόλεως ἱππέων τε καὶ πεζῶν δύναμιν.
その後まもなく別の戦いが起こったが、指揮官の智略によってローマ人が勝利した。 彼は夜のうちに、敵の陣地からそれほど遠くない場所にある山を占領し、都市から後から到着した騎兵および歩兵の最も精強な部隊をその山に配置して待ち伏せさせたのである。
§2.55.2συνελθόντων δʼ εἰς τὸ πεδίον ἀμφοτέρων καὶ τὸν αὐτὸν ἀγωνιζομένων τρόπον, ἐπειδὴ τὸ σύνθημα ὁ Ῥωμύλος ἦρε τοῖς ἐπὶ τοῦ ὄρους, ἀλαλάξαντες οἱ λοχῶντες ἔθεον ἐπὶ τοὺς Οὐιεντανοὺς ἐκ τῶν κατόπιν καὶ προσπεσόντες ἀνθρώποις μεμοχθηκόσιν αὐτοὶ ἀκμῆτες ὄντες οὐ σὺν πολλῷ τρέπουσι χρόνῳ.
両軍が平原に集まり、先ほどと同じように戦っていたとき、ロムルスが山の上にいる者たちに合図を掲げると、待ち伏せしていた者たちは鬨の声を上げて、背後からウェイイ人たちへと突撃した。 そして、自らは疲労のない状態で、疲れ切った敵に襲いかかり、短時間のうちに彼らを敗走させた。
τῶν δʼ ὀλίγοι μέν τινες ἀποθνήσκουσι κατὰ τὴν μάχην, οἱ δὲ πλείους εἰς τὸν Τέβεριν ποταμόν ʽῥεῖ δὲ παρὰ τὴν Φιδήνηνʼ ῥίψαντες ἑαυτούς, ὡς διανηξόμενοι τὸ ῥεῦμα, διεφθάρησαν.
ウェイイ人のうち少数は戦闘中に死亡したが、大部分はティベリス川(これはフィデナエの傍らを流れている)に身を投じ、流れを泳ぎ渡ろうとしたものの、命を落とした。
τραυματίαι γὰρ ὄντες καὶ βαρεῖς ὑπὸ κόπου ἀδύνατοι ἐγένοντο διανήξασθαι·
彼らは負傷しており、疲労で体が重くなっていたため、泳ぎ渡ることができなかったのである。
οἱ δὲ καὶ ἀπειρίᾳ τοῦ νεῖν, οὐ προϊδόντες, ὑπὸ τοῦ δεινοῦ τὴν γνώμην ἐπιταραχθέντες ἐν ταῖς δίναις ἀπώλλυντο.
また他の者たちは、泳ぎが不得手であったため、また川の様子を予期しておらず、恐怖で心を乱されて、渦巻きの中で溺れ死んだ。
§2.55.3εἰ μὲν οὖν συνέγνωσαν ἑαυτοῖς Οὐιεντανοὶ κακῶς τὰ πρῶτα βεβουλευμένοις καὶ τὸ λοιπὸν ἦγον ἡσυχίαν οὐδενὸς ἂν ἔτι μείζονος ἀπέλαυσαν κακοῦ, νῦν δὲ ἀναμαχεῖσθαί τε τὰ πρότερα σφάλματα ἐλπίσαντες καὶ εἰ μείζονι παρασκευῇ ἐπιβάλοιεν, ῥᾳδίως ἐπικρατήσειν οἰόμενοι τῷ πολέμῳ, πολλῇ στρατιᾷ τῇ τε ἐξ αὐτῆς τῆς πόλεως καταγραφείσῃ καὶ τῇ ἐκ τῶν ὁμοεθνῶν κατὰ φιλίαν παραγενομένῃ τὸ δεύτερον ἐπὶ τοὺς Ῥωμαίους ἐλαύνουσι·
もしウェイイ人たちが、最初の計画が誤っていたことを自覚し、その後は平穏を保っていたならば、もはやこれ以上大きな災いに遭うことはなかったであろう。 しかし実際には、以前の失敗を挽回することを望み、また、より大規模な準備を整えて戦争に臨めば、容易に勝利できると考えて、自らの都市から徴募された軍と、同族の者たちから友好関係に基づいて加わった軍からなる大軍を率いて、二度目となるローマ人への進軍を行った。
§2.55.4καὶ γίνεται πάλιν αὐτῶν μάχη καρτερὰ τῆς Φιδήνης πλησίον, ἣν ἐνίκων Ῥωμαῖοι πολλοὺς μὲν ἀποκτείναντες τῶν Οὐιεντανῶν, ἔτι δὲ πλείους αἰχμαλώτους λαβόντες.
そして、フィデナエの近くで再び激しい戦闘が起こり、これにローマ人は勝利し、ウェイイ人を多く殺害し、さらに多くの者を捕虜とした。
ἑάλω δὲ καὶ ὁ χάραξ αὐτῶν μεστὸς ὢν χρημάτων τε καὶ ὅπλων καὶ ἀνδραπόδων, καὶ σκάφαι ποταμηγοὶ γέμουσαι πολλῆς ἀγορᾶς ἐλήφθησαν, ἐν αἷς ὁ τῶν αἰχμαλώτων ὄχλος εἰς τὴν Ῥώμην κατήγετο διὰ τοῦ ποταμοῦ.
財宝や武器、奴隷で満ちていた彼らの陣地も占領され、多くの物資を満載した河川用の舟も拿捕され、その中で捕虜の大群が川を通ってローマへと運ばれた。
§2.55.5οὗτος κατήχθη τρίτος ὑπὸ Ῥωμύλου θρίαμβρος μακρῷ τῶν προτέρων ἐκπρεπέστερος.
これが、ロムルスによって挙行された三度目の凱旋式であり、以前のものよりもはるかに華々しいものであった。
καὶ μετʼ οὐ πολὺ Οὐιεντανῶν πρεσβείας ἀφικομένης περὶ διαλύσεως τοῦ πολέμου καὶ συγγνώμην τῶν ἁμαρτημάτων ἀξιούσης λαβεῖν δίκας ὁ Ῥωμύλος αὐτοῖς ἐπιτίθησι τάς2δε·
それから間もなく、戦争の終結と過ちへの許しを求めるウェイイ人の使節が到着すると、ロムルスは彼らに以下の条件を課した。
χώραν τε παραδοῦναι Ῥωμαίοις τὴν προσεχῆ τῷ Τεβέρει, τοὺς καλουμένους Ἑπτὰ πάγους, καὶ τῶν ἁλῶν ἀποστῆναι τῶν παρὰ ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ, τοῦ δὲ μηδὲν ἔτι νεωτερίσαι τὸ πιστὸν παρασχεῖν ὅμηρα πεντήκοντα ἀγογόντας.
ティベリス川に隣接する領土、いわゆる「セプテム・パギ」をローマ人に引き渡すこと、また、川の河口付近にある塩田を放棄すること、そして、もはやいかなる反乱も起こさないという保証として、50人の人質を送ること。
§2.55.6ὑπομεινάντων δὲ Οὐιεντανῶν ἅπαντα ταῦτα σπονδὰς ποιησάμενος πρὸς αὐτοὺς εἰς ἑκατὸν ἔτη στήλαις ἐνεχάραξε τὰς ὁμολογίας.
ウェイイ人たちがこれらの条件をすべて受け入れたので、彼は彼らと100年間の休戦条約を結び、合意事項を石柱に刻んだ。
τῶν δʼ αἰχμαλώτων τοὺς μὲν ἀπιέναι βουλομένους ἀφῆκεν ἄνευ λύτρων, τοὺς δʼ αὐτοῦ μένειν προαιρουμένους πολλῷ πλείους ὄντας τῶν ἑτέρων πολίτας ποιησάμενος ταῖς φράτραις ἐπιδιεῖλε καὶ κλήρους αὐτοῖς προσένειμε ἐπὶ τάδε τοῦ Τεβέριος.
また、捕虜たちのうち、帰国を望む者たちは身代金なしで解放し、その場に留まることを希望した者たち――彼らは他方の者たちよりはるかに多かったが――を市民とし、クリアに分配し、ティベリス川のこちら側の土地を彼らに割り当てた。