Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.5.1-2.5.5

神意を問う稲妻の吉兆と左方の兆しの解説

96 / 962 箇所 · ギリシア語

要旨

ロムルスは祈りの後に左から右へ走る稲妻の吉兆を得て、王位の神的な承認を得た。著者は、ローマ人が左からの稲妻を吉兆とみなす理由を、宇宙論的な観点とアスカニオスの故事という歴史的な観点の双方から解説している。

§2.5.1ὡς δὲ κἀκείνοις ἦν βουλομένοις προειπὼν ἡμέραν, ἐν ᾗ διαμαντεύσασθαι περὶ τῆς ἀρχῆς ἔμελλεν, ἐπειδὴ καθῆκεν ὁ χρόνος ἀναστὰς περὶ τὸν ὄρθρον ἐκ τῆς σκηνῆς προῆλθεν·
彼らにとっても望むところであったので、ロムルスは支配権について鳥占いで神意を問う予定の日をあらかじめ告げておいたが、その時が至ると、夜明け頃に起きて天幕から出て行った。
στὰς δὲ ὑπαίθριος ἐν καθαρῷ χωρίῳ καὶ προθύσας ἃ νόμος ἦν εὔχετο Διί τε βασιλεῖ καὶ τοῖς ἄλλοις θεοῖς, οὓς ἐποιήσατο τῆς ἀποικίας ἡγεμόνας, εἰ βουλομένοις αὐτοῖς ἐστι βασιλεύεσθαι τὴν πόλιν ὑφʼ ἑαυτοῦ, σημεῖα οὐράνια φανῆναι καλά.
そして、野外の清浄な場所に立ち、慣習となっている事前の犠牲を捧げてから、王たるゼウスと、自ら植民の指導者とした他の神々に対し、もし神々にとってもこの都市が彼によって治められることが望ましいことであるならば、吉兆たる天の兆しを現してくださるよう祈った。
§2.5.2μετὰ δὲ τὴν εὐχὴν ἀστραπὴ διῆλθεν ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά.
祈りの後、稲妻が左から右へと走った。
τίθενται δὲ Ῥωμαῖοι τὰς ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ ἀστραπὰς αἰσίους, εἴτε παρὰ Τυρρηνῶν διδαχθέντες, εἴτε πατέρων καθηγησαμένων κατὰ τοιόνδε·
ローマ人たちは、左から右への稲妻を吉兆とみなしているが、それはエトルリア人から教えられたためか、あるいは、私の信じるところでは、先祖たちが次のような理路に従って彼らを導いたためである。
τινά, ὡς ἐγὼ πείθομαι, λογισμόν, ὅτι καθέδρα μέν ἐστι καὶ στάσις ἀρίστη τῶν οἰωνοῖς μαντευομένων ἡ βλέπουσα πρὸς ἀνατολάς, ὅθεν ἡλίου τε ἀναφοραὶ γίνονται καὶ σελήνης καὶ ἀστέρων πλανήτων τε καὶ ἀπλανῶν, ἥ τε τοῦ κόσμου περιφορά, διʼ ἣν τοτὲ μὲν ὑπὲρ γῆς ἅπαντα τὰ ἐν αὐτῷ γίνεται, τοτὲ δὲ ὑπὸ γῆς, ἐκεῖθεν ἀρξαμένη τὴν ἐγκύκλιον ἀποδίδωσι κίνησιν.
すなわち、鳥占いで神意を問う者たちにとって最も優れた座と立ち位置は東を向くものであり、そこから太陽や月、惑星や恒星の上昇が起こり、また、そのために宇宙のあらゆるものが時に地の上に、時に地の下になる宇宙の回転も、そこから始まってその円運動を完了するからである。
§2.5.3τοῖς δὲ πρὸς ἀνατολὰς βλέπουσιν ἀριστερὰ μὲν γίνεται τὰ πρὸς τὴν ἄρκτον ἐπιστρέφοντα μέρη, δεξιὰ δὲ τὰ πρὸς μεσημβρίαν φέροντα·
東を向いている人々にとっては、北を向いている部分が左になり、南に向かっている部分が右になる。
τιμιώτερα δὲ τὰ πρότερα πέφυκεν εἶναι τῶν ὑστέρων.
そして、前者の部分は後者の部分よりも本性上尊いものである。
μετεωρίζεται γὰρ ἀπὸ τῶν βορείων μερῶν ὁ τοῦ ἄξονος πόλος, περὶ ὃν ἡ τοῦ κόσμου στροφὴ γίνεται, καὶ τῶν πέντε κύκλων τῶν διεζωκότων τὴν σφαῖραν ὁ καλούμενος ἀρκτικὸς ἀεὶ τῇδε φανερός· ταπεινοῦται δʼ ἀπὸ τῶν νοτίων ὁ καλούμενος ἀνταρκτικὸς κύκλος ἀφανὴς κατὰ τοῦτο τὸ μέρος.
なぜなら、北の側からは、その周りを宇宙が回転する軸の極がせり上がっており、天球を区分する五つの円のうち、いわゆる北極圏が常にこちら側で目に見えるからであり、南の側からは、いわゆる南極圏が低く沈んでいて、この地域では目に見えないからである。
§2.5.4εἰκὸς δὴ κράτιστα τῶν οὐρανίων καὶ μεταρσίων σημείων ὑπάρχειν, ὅσα ἐκ τοῦ κρατίστου γίνεται μέρους, ἐπειδὴ δὲ τὰ μὲν ἐστραμμένα πρὸς τὰς ἀνατολὰς ἡγεμονικωτέραν μοῖραν ἔχει τῶν προσεσπερίων, αὐτῶν δέ γε τῶν ἀνατολικῶν ὑψηλότερα τὰ βόρεια τῶν νοτίων, ταῦτα ἂν εἴη κράτιστα.
それゆえ、天および空中の兆しのうち、最も優れた部分から生じるものが最も強力であることはもっともである。 そして、東に向いている部分は西に向いている部分よりも優れた地位を占めており、さらに東側の中でも北の側が南の側よりも高い位置にあるのであるから、これら(北東、すなわち左側)こそが最も強力な兆しであるということになる。
§2.5.5ὡς δέ τινες ἱστοροῦσιν ἐκ παλαιοῦ τε καὶ πρὶν ἢ παρὰ Τυρρηνῶν μαθεῖν τοῖς Ῥωμαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν ἀριστερῶν ἀστραπαί.
しかし、一部の歴史家が伝えているところによれば、古くから、そしてエトルリア人から学ぶよりも前から、ローマ人の先祖たちにとって左側からの稲妻は吉兆とみなされていた。
Ἀσκανίῳ γὰρ τῷ ἐξ Αἰνείου γεγονότι, καθʼ ὃν χρόνον ὑπὸ Τυρρηνῶν, οὓς ἦγε βασιλεὺς Μεσέντιος, ἐπολεμεῖτο καὶ τειχήρης ἦν, περὶ τὴν τελευταίαν ἔξοδον, ἣν ἀπεγνωκὼς ἤδη τῶν πραγμάτων ἔμελλε ποιεῖσθαι, μετʼ ὀλοφυρμοῦ τόν τε Δία καὶ τοὺς ἄλλους αἰτουμένῳ θεοὺς αἴσια σημεῖα δοῦναι τῆς ἐξόδου φασὶν αἰθρίας οὔσης ἐκ τῶν ἀριστερῶν ἀστράψαι τὸν οὐρανόν.
すなわち、アイネイアスの子であるアスカニオスが、メセンティオス王の率いるエトルリア人によって攻められ、城壁内に包囲されていた時のこと、もはや事態に絶望して彼が決行しようとしていた最後の出撃の際に、嘆きつつゼウスや他の神々に出撃のための吉兆を授けるよう求めていたアスカニオスに対して、晴天であったにもかかわらず、左側から天に稲妻が走ったと言われている。
τοῦ δʼ ἀγῶνος ἐκείνου λαβόντος τὸ κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αὐτοῦ νομιζόμενον αἴσιον τόδε τὸ σημεῖον.
そして、その戦闘が最上の結末を迎えたため、彼の末裔たちの間で、この兆しを吉兆とみなす慣習が存続したのだという。

語釈・文法注

  1. ¦245¦ὡς δὲ κἀκείνοις ἦν βουλομένοις — 代名詞の与格(κἀκείνοις = καὶ ἐκείνοις)に、現在分詞の与格(βουλομένοις)とコピュラ(ἦν)が結合した慣用構文で、「彼らにとっても望むところであったので」を意味する。
  2. ¦245¦εἰ βουλομένοις αὐτοῖς ἐστι βασιλεύεσθαι τὴν πόλιν ὑφʼ ἑαυτοῦ, σημεῖα οὐράνια φανῆναι καλά — εἰ 節は「もし〜なら」という条件節で、εὔχετο(祈った)の目的語となる不定詞句 φανῆναι の前提条件を示す。ここでの βουλομένοις αὐτοῖς ἐστι も「〜にとって望むところである」の構文である。不定詞 φανῆναι(現れること)は εὔχετο の補足語(祈願の対象)として機能している。
  3. ¦246¦εἴτε παρὰ Τυρρηνῶν διδαχθέντες, εἴτε πατέρων καθηγησαμένων — εἴτε ... εἴτε ... による二つの原因の提示において、前半は主節の主語(Ῥωμαῖοι)に一致する主格分詞(διδαχθέντες)、後半は属格独立構文(πατέρων καθηγησαμένων)が用いられており、文法的な非対称性(アシンメトリー)が見られる。
  4. ¦247¦Ἀσκανίῳ γὰρ τῷ ἐξ Αἰνείου γεγονότι ... φασὶν αἰθρίας οὔσης ἐκ τῶν ἀριστερῶν ἀστράψαι τὸν οὐρανόν — 主動詞 φασίν(人々は言う)に導かれる対格不定詞構文(ἀστράψαι τὸν οὐρανόν:「天が稲妻を走らせたこと」)を骨格とする。文頭の与格 Ἀσκανίῳ ... γεγονότι ... αἰτουμένῳ は「神が兆しを現した相手(アスカニオス)」を示し、途中の αἰθρίας οὔσης(晴天であるのに)は属格独立構文である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.5.1-2.5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.5.1-2.5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。