§2.5.1ὡς δὲ κἀκείνοις ἦν βουλομένοις προειπὼν ἡμέραν, ἐν ᾗ διαμαντεύσασθαι περὶ τῆς ἀρχῆς ἔμελλεν, ἐπειδὴ καθῆκεν ὁ χρόνος ἀναστὰς περὶ τὸν ὄρθρον ἐκ τῆς σκηνῆς προῆλθεν·
由于这同样符合他们的意愿,他便预先宣布了一天,在这一天他将就王权进行鸟占以问神意。
στὰς δὲ ὑπαίθριος ἐν καθαρῷ χωρίῳ καὶ προθύσας ἃ νόμος ἦν εὔχετο Διί τε βασιλεῖ καὶ τοῖς ἄλλοις θεοῖς, οὓς ἐποιήσατο τῆς ἀποικίας ἡγεμόνας, εἰ βουλομένοις αὐτοῖς ἐστι βασιλεύεσθαι τὴν πόλιν ὑφʼ ἑαυτοῦ, σημεῖα οὐράνια φανῆναι καλά.
当时间到来时,他在黎明时分起身,走出帐篷;他站在一处干净的露天场所,在献上符合习俗的先行祭品后,向王天神朱庇特以及他确立为殖民地领袖的其他神明祈祷:如果神明自己也愿意让这座城市由他来统治,就显现出吉兆的天象。
§2.5.2μετὰ δὲ τὴν εὐχὴν ἀστραπὴ διῆλθεν ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά.
在祈祷之后,一道闪电从左向右掠过。
τίθενται δὲ Ῥωμαῖοι τὰς ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ ἀστραπὰς αἰσίους, εἴτε παρὰ Τυρρηνῶν διδαχθέντες, εἴτε πατέρων καθηγησαμένων κατὰ τοιόνδε· τινά, ὡς ἐγὼ πείθομαι, λογισμόν, ὅτι καθέδρα μέν ἐστι καὶ στάσις ἀρίστη τῶν οἰωνοῖς μαντευομένων ἡ βλέπουσα πρὸς ἀνατολάς, ὅθεν ἡλίου τε ἀναφοραὶ γίνονται καὶ σελήνης καὶ ἀστέρων πλανήτων τε καὶ ἀπλανῶν, ἥ τε τοῦ κόσμου περιφορά, διʼ ἣν τοτὲ μὲν ὑπὲρ γῆς ἅπαντα τὰ ἐν αὐτῷ γίνεται, τοτὲ δὲ ὑπὸ γῆς, ἐκεῖθεν ἀρξαμένη τὴν ἐγκύκλιον ἀποδίδωσι κίνησιν.
罗马人将从左到右的闪电视为吉兆,这或者是由于受了伊特鲁里亚人的教导,或者是因为他们的先祖根据某种我所确信的如下推论来引导他们,即:对于用鸟占询问神意的人来说,最好的座位和立足点是面向东方的,因为太阳、月亮以及行星和恒星的升起都源于那里,并且宇宙的旋转(由于这种旋转,宇宙中的一切有时在地上,有时在地下)也是从那里开始并完成其圆周运动的。
§2.5.3τοῖς δὲ πρὸς ἀνατολὰς βλέπουσιν ἀριστερὰ μὲν γίνεται τὰ πρὸς τὴν ἄρκτον ἐπιστρέφοντα μέρη, δεξιὰ δὲ τὰ πρὸς μεσημβρίαν φέροντα· τιμιώτερα δὲ τὰ πρότερα πέφυκεν εἶναι τῶν ὑστέρων.
而对于面向东方的人来说,朝向北极的部分变成了左侧,而偏向南方的部分变成了右侧;且前者在天性上比后者更为尊贵。
μετεωρίζεται γὰρ ἀπὸ τῶν βορείων μερῶν ὁ τοῦ ἄξονος πόλος, περὶ ὃν ἡ τοῦ κόσμου στροφὴ γίνεται, καὶ τῶν πέντε κύκλων τῶν διεζωκότων τὴν σφαῖραν ὁ καλούμενος ἀρκτικὸς ἀεὶ τῇδε φανερός· ταπεινοῦται δʼ ἀπὸ τῶν νοτίων ὁ καλούμενος ἀνταρκτικὸς κύκλος ἀφανὴς κατὰ τοῦτο τὸ μέρος.
因为从北方的一侧,宇宙围绕其旋转的轴极升得很高,而且在环绕天球的五个圆圈中,所谓的北极圈在这里始终是可见的;而从南方的一侧,所谓的南极圈则沉得很低,在这个区域是看不见的。
§2.5.4εἰκὸς δὴ κράτιστα τῶν οὐρανίων καὶ μεταρσίων σημείων ὑπάρχειν, ὅσα ἐκ τοῦ κρατίστου γίνεται μέρους, ἐπειδὴ δὲ τὰ μὲν ἐστραμμένα πρὸς τὰς ἀνατολὰς ἡγεμονικωτέραν μοῖραν ἔχει τῶν προσεσπερίων, αὐτῶν δέ γε τῶν ἀνατολικῶν ὑψηλότερα τὰ βόρεια τῶν νοτίων, ταῦτα ἂν εἴη κράτιστα.
因此,在天空中和高空中的各种征兆中,那些产生于最优秀部分的征兆是最强有力的,这是合乎情理的;既然朝向东方的部分比朝向西方的部分占有更优越的地位,而在东方部分本身之中,北方又高于南方,那么这些(即东北方,也就是左侧)就会是最强有力的征兆。
§2.5.5ὡς δέ τινες ἱστοροῦσιν ἐκ παλαιοῦ τε καὶ πρὶν ἢ παρὰ Τυρρηνῶν μαθεῖν τοῖς Ῥωμαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν ἀριστερῶν ἀστραπαί.
但正如一些历史学家所记载的,从古时起,甚至在从伊特鲁里亚人那里学习之前,罗马人的先祖就已经将左侧的闪电视为吉兆了。
Ἀσκανίῳ γὰρ τῷ ἐξ Αἰνείου γεγονότι, καθʼ ὃν χρόνον ὑπὸ Τυρρηνῶν, οὓς ἦγε βασιλεὺς Μεσέντιος, ἐπολεμεῖτο καὶ τειχήρης ἦν, περὶ τὴν τελευταίαν ἔξοδον, ἣν ἀπεγνωκὼς ἤδη τῶν πραγμάτων ἔμελλε ποιεῖσθαι, μετʼ ὀλοφυρμοῦ τόν τε Δία καὶ τοὺς ἄλλους αἰτουμένῳ θεοὺς αἴσια σημεῖα δοῦναι τῆς ἐξόδου φασὶν αἰθρίας οὔσης ἐκ τῶν ἀριστερῶν ἀστράψαι τὸν οὐρανόν.
据说,当埃涅阿斯之子阿斯卡尼乌斯遭到梅森提乌斯国王所率领的伊特鲁里亚人攻击并被围困在城内时,在他因对局势绝望而准备进行最后一次突击之际,他带着哀怨恳求朱庇特和其他神明为他的突击赐予吉兆,此时,尽管天空晴朗,却从左侧划过了闪电。
τοῦ δʼ ἀγῶνος ἐκείνου λαβόντος τὸ κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αὐτοῦ νομιζόμενον αἴσιον τόδε τὸ σημεῖον.
由于那场战斗取得了最好的结局,这种征兆在其后代中便作为吉兆一直保留了下来。