§2.4.1τοιαῦτα μὲν ὁ Ῥωμύλος ἐκ διδαχῆς τοῦ μητροπάτορος, ὥσπερ ἔφην, ἀπομνημονεύσας ἐν τοῖς πλήθεσιν ἔλεξεν.
ロムルスは、私が述べたように、母方の祖父の教えに従って暗記したこのようなことを群衆の前で語った。
οἱ δὲ βουλευσάμενοι κατὰ σφᾶς αὐτοὺς ἀποκρίνονται τοιάδε·
人々は自分たちの間で相談し、次のように答えた。
ἡμεῖς πολιτείας μὲν καινῆς οὐδὲν δεόμεθα, τὴν δʼ ὑπὸ τῶν πατέρων δοκιμασθεῖσαν εἶναι κρατίστην παραλαβόντες οὐ μετατιθέμεθα γνώμῃ τε ἑπόμενοι τῶν παλαιοτέρων, οὺς ἀπὸ μείζονος οἰόμεθα φρονήσεως αὐτὴν καταστήσασθαι, καὶ τύχῃ ἀρεσκόμενοι.
「我々は新しい国制をまったく必要としていません。 むしろ、父祖たちによって最も優れたものであると認められてきたものを受け継ぎ、変更しないつもりです。 これは、より優れた知恵からそれを確立したと我々が考える先人たちの判断に従い、また現状に満足しているからです。
οὐ γὰρ τήνδε μεμψαίμεθʼ ἂν εἰκότως, ἣ παρέσχεν ἡμῖν βασιλευομένοις τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίαν τε καὶ ἄλλων ἀρχήν.
というのも、王に支配されている我々に、人間における最大の恩恵、すなわち自由と他者への支配をもたらしてくれたこの国制を、我々が非難する道理はないからです。
§2.4.2περὶ μὲν δὴ πολιτείας ταῦτα ἐγνώκαμεν·
国制については、我々はこのように決議しました。
τὴν δὲ τιμὴν ταύτην οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἢ σοὶ προσήκειν ὑπολαμβάνομεν τοῦ τε βασιλείου γένους ἕνεκα καὶ ἀρετῆς, μάλιστα δʼ ὅτι τῆς ἀποικίας ἡγεμόνι κεχρήμεθά σοι καὶ πολλὴν συνίσμεν δεινότητα, πολλὴν δὲ σοφίαν, οὐ λόγῳ μᾶλλον ἢ ἔργῳ μαθόντες.
また、この栄誉は、王家の家系と徳のゆえに、他の誰よりもあなたにこそふさわしいと考えております。 そして何よりも、我々があなたを植民の指導者として戴いてきたこと、そして、言葉よりもむしろ実際の行動によって学んだことで、あなたに多大な能力と多大な知恵が備わっていることを知っているからです。
ταῦτα ὁ Ῥωμύλος ἀκούσας ἀγαπᾶν μὲν ἔφη βασιλείας ἄξιος ὑπʼ ἀνθρώπων κριθείς·
」これを聞いたロムルスは、人々によって王位にふさわしいと判定されたことに対して、満足していると述べた。
οὐ μέντοι γε λήψεσθαι τὴν τιμὴν πρότερον, ἐὰν μὴ καὶ τὸ δαιμόνιον ἐπιθεσπίσῃ διʼ οἰωνῶν αἰσίων.
しかしながら、神霊が吉兆の鳥占いによってさらに神託を下さない限りは、その栄誉をあらかじめ受け取ることはしないと言った。