§2.48.1περὶ δὲ τῆς Κυριτῶν πόλεως, ἐξ ἧς οἱ περὶ τὸν Τάτιον ἦσαν ʽἀπαιτεῖ γὰρ ἡ διήγησις καὶ περὶ τούτων, οἵτινές τε καὶ ὁπόθεν ἦσαν, εἰπεῖνʼ τοσαῦτα παρελάβομεν.
そして、タティウスの一派がそこから来ていたキュレス人の都市について、――というのも、この語りは、彼らがどのような人々でどこから来たのかを述べることも要求しているからであるが――、我々はこれだけのこと(以下のこと)を語り伝えとして受け取っている。
ἐν τῇ Ῥεατίνων χώρᾳ καθʼ ὃν χρόνον Ἀβοριγῖνες αὐτὴν κατεῖχον παρθένος τις ἐπιχωρία τοῦ πρώτου γένους εἰς ἱερὸν ἦλθεν Ἐνυαλίου χορεύσουσα·
レアテ人の地において、アボリギネスがそこを領有していた時代に、最高の名門に属する地元のひとりの乙女が、踊るためにエニュアリオスの神殿にやって来た。
§2.48.2τὸν δʼ Ἐνυάλιον οἱ Σαβῖνοι καὶ παρʼ ἐκείνων οἱ Ῥωμαῖοι μαθόντες Κυρῖνον ὀνομάζουσιν, οὐκ ἔχοντες εἰπεῖν τὸ ἀκριβὲς εἴτε Ἄρης ἐστὶν εἴτε ἕτερός τις ὁμοίας Ἄρει τιμὰς ἔχων.
このエニュアリオスを、サビニ人たち、および彼らから学んだローマ人たちは、彼がアレスであるのか、あるいはアレスと同様の栄誉を持つ他の何者かであるのか、正確なところを言うことはできないまま、クィリヌスと呼んでいる。
οἱ μὲν γὰρ ἐφʼ ἑνὸς οἴονται θεοῦ πολεμικῶν ἀγώνων ἡγεμόνος ἑκάτερον τῶν ὀνομάτων κατηγορῆσθαι, οἱ δὲ κατὰ §2.48.3δύο τάττεσθαι δαιμόνων πολεμιστῶν τὰ ὀνόματα.
というのも、ある人々は、戦闘の指導者である一人の神についてそれら二つの名前が適用されていると考えているが、他の人々は、二人の戦士の神霊に対してそれらの名前が割り当てられていると考えているからである。
ἐν δὴ τοῦ θεοῦ τῷ τεμένει χορεύουσα ἡ παῖς ἔνθεος ἄφνω γίνεται καὶ καταλιποῦσα τὸν χορὸν εἰς τὸν σηκὸν εἰστρέχει τοῦ θεοῦ.
さて、その神の聖域で踊っていたその乙女は、突然神がかり状態になり、踊りの列を離れてその神の神殿へと駆け込んだ。
ἔπειτα ἐγκύμων ἐκ τοῦ δαίμονος, ὡς ἅπασιν ἐδόκει, γενομένη τίκτει παῖδα Μόδιον ὄνομα, Φαβίδιον ἐπίκλησιν, ὃς ἀνδρωθεὶς μορφήν τε οὐ κατʼ ἄνθρωπον ἀλλὰ δαιμόνιον ἴσχει, καὶ τὰ πολέμια πάντων γίνεται λαμπρότατος·
その後、すべての人が信じたように、その神霊によって身重になり、モディウスという名で、ファビディウスという異名を持つ男の子を産んだ。 彼は成長して男となると、人間のものではなく、神霊のような姿かたちを帯び、軍事において誰よりも輝かしい者となった。
καὶ αὐτὸν εἰσέρχεται πόθος οἰκίσαι πόλιν ἐφʼ ἑαυτοῦ.
そして、彼自身で都市を創設したいという望みを抱いた。
§2.48.4συναγαγὼν δὴ χεῖρα πολλὴν τῶν περὶ ἐκεῖνα τὰ χωρία οἰκούντων ἐν ὀλίγῳ πάνυ χρόνῳ κτίζει τὰς καλουμένας Κύρεις, ὡς μέν τινες ἱστοροῦσιν ἐπὶ τοῦ δαίμονος, ἐξ οὗ γενέσθαι λόγος αὐτὸν εἶχε, τοὔνομα τῇ πόλει θέμενος, ὡς δʼ ἕτεροι γράφουσιν ἐπὶ τῆς αἰχμῆς·
そこで、それらの土地の周囲に住む人々から大勢の一団を集め、極めて短期間のうちに、キュレスと呼ばれる都市を創建した。 ある人々が記録しているところでは、自分がそこから生まれたという噂が立てられていたあの神霊にちなんで都市にその名前をつけたというが、他の人々が書いているところでは、槍にちなんで名付けたという。
κύρεις γὰρ οἱ Σαβῖνοι τὰς αἰχμὰς καλοῦσιν.
なぜなら、サビニ人たちは槍のことをキュレスと呼ぶからである。
ταῦτα μὲν οὖν Τερέντιος Οὐάρρων γράφει.
テレンティウス・ウァロはこのように書いている。