Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.48.1-2.48.4

库雷斯的起源与莫迪乌斯·法比迪乌斯的传说

第 139 段,共 962 段 · 希腊语

内容简介

记述了塔提乌斯的故乡库雷斯的起源,讲述了其建立者莫迪乌斯·法比迪乌斯作为艾纽阿里奥斯(奎里努斯)之子诞生的传说,以及该城市名称的两种由来。

§2.48.1περὶ δὲ τῆς Κυριτῶν πόλεως, ἐξ ἧς οἱ περὶ τὸν Τάτιον ἦσαν ʽἀπαιτεῖ γὰρ ἡ διήγησις καὶ περὶ τούτων, οἵτινές τε καὶ ὁπόθεν ἦσαν, εἰπεῖνʼ τοσαῦτα παρελάβομεν.
关于塔提乌斯及其随从所出身的库雷斯人的城市——因为叙事也要求说明他们是谁以及来自何处——我们得到了如下的传闻。
ἐν τῇ Ῥεατίνων χώρᾳ καθʼ ὃν χρόνον Ἀβοριγῖνες αὐτὴν κατεῖχον παρθένος τις ἐπιχωρία τοῦ πρώτου γένους εἰς ἱερὸν ἦλθεν Ἐνυαλίου χορεύσουσα·
在雷阿特人的土地上,在阿博里金人占领该地的那个时期,有一位出身最高贵家族的当地少女,来到艾纽阿里奥斯的圣所跳舞。
§2.48.2τὸν δʼ Ἐνυάλιον οἱ Σαβῖνοι καὶ παρʼ ἐκείνων οἱ Ῥωμαῖοι μαθόντες Κυρῖνον ὀνομάζουσιν, οὐκ ἔχοντες εἰπεῖν τὸ ἀκριβὲς εἴτε Ἄρης ἐστὶν εἴτε ἕτερός τις ὁμοίας Ἄρει τιμὰς ἔχων.
这位艾纽阿里奥斯被萨宾人以及从他们那里学到的罗马人称为奎里努斯,尽管他们无法确定地说出,他究竟是阿瑞斯,还是其他拥有与阿瑞斯相似荣耀的神筑。
οἱ μὲν γὰρ ἐφʼ ἑνὸς οἴονται θεοῦ πολεμικῶν ἀγώνων ἡγεμόνος ἑκάτερον τῶν ὀνομάτων κατηγορῆσθαι, οἱ δὲ κατὰ §2.48.3δύο τάττεσθαι δαιμόνων πολεμιστῶν τὰ ὀνόματα.
因为有些人认为,这两个名字都是指代一位神,即战争竞技的领袖,而另一些人则认为这两个名字被分配给两位战士神灵。
ἐν δὴ τοῦ θεοῦ τῷ τεμένει χορεύουσα ἡ παῖς ἔνθεος ἄφνω γίνεται καὶ καταλιποῦσα τὸν χορὸν εἰς τὸν σηκὸν εἰστρέχει τοῦ θεοῦ.
当时,在神的圣地跳舞的少女突然神志恍惚,离开舞队,跑进了神的内殿。
ἔπειτα ἐγκύμων ἐκ τοῦ δαίμονος, ὡς ἅπασιν ἐδόκει, γενομένη τίκτει παῖδα Μόδιον ὄνομα, Φαβίδιον ἐπίκλησιν, ὃς ἀνδρωθεὶς μορφήν τε οὐ κατʼ ἄνθρωπον ἀλλὰ δαιμόνιον ἴσχει, καὶ τὰ πολέμια πάντων γίνεται λαμπρότατος· καὶ αὐτὸν εἰσέρχεται πόθος οἰκίσαι πόλιν ἐφʼ ἑαυτοῦ.
随后,正如所有人所相信的那样,她因该神灵而怀孕,生下了一个名叫莫迪乌斯、绰号法比迪乌斯的男孩。 他长大成人后,拥有并非凡人而是神灵般的容貌,并在一切军事事务上成为最杰出的人;他也产生了独自建立一座城市的愿望。
§2.48.4συναγαγὼν δὴ χεῖρα πολλὴν τῶν περὶ ἐκεῖνα τὰ χωρία οἰκούντων ἐν ὀλίγῳ πάνυ χρόνῳ κτίζει τὰς καλουμένας Κύρεις, ὡς μέν τινες ἱστοροῦσιν ἐπὶ τοῦ δαίμονος, ἐξ οὗ γενέσθαι λόγος αὐτὸν εἶχε, τοὔνομα τῇ πόλει θέμενος, ὡς δʼ ἕτεροι γράφουσιν ἐπὶ τῆς αἰχμῆς· κύρεις γὰρ οἱ Σαβῖνοι τὰς αἰχμὰς καλοῦσιν.
于是,他在极短的时间内聚集了居住在那些地方周围的一大群人,创建了被称为库雷斯的城市。 正如一些人所记录的那样,他是以传说中他所出身的那位神灵的名字命名了这座城市,但正如另一些人所写的那样,是以长枪命名的;因为萨宾人把长枪称为“库雷斯”。
ταῦτα μὲν οὖν Τερέντιος Οὐάρρων γράφει.
这就是特伦提乌斯·瓦罗所写的。

词汇与语法注释

  1. §2.48.1εἰπεῖν — 用作动词 `ἀπαιτεῖ` 宾语的不定式。以 `ἡ διήγησις` 为主语,构成“叙述要求〔我们〕讲述〔这些人是谁以及来自何处〕”的结构。
  2. §2.48.1χορεύσουσα — 阴性单数主格的将来主动分词。与表示来往的动词(`ἦλθεν`)连用,表示目的(“为了跳舞”)。
  3. §2.48.2οὐκ ἔχοντες — 分词 `ἔχοντες` 连用不定式 `εἰπεῖν`,表示可能(类似于 `δύναμαι`),是“能够”的惯用表达。
  4. §2.48.4λόγος αὐτὸν εἶχε — 惯用语 `λόγος ἔχει τινά`(“谣言抓住了某人”,即“关于某人有传言”)与不定式 `γενέσθαι`(“出生”)相结合的句式,意为“有传言说他〔由该神灵〕所生”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.48.1-2.48.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.48.1-2.48.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。