§2.46.1τοιαῦτα εἰποῦσαι προὔπεσον ἅπασαι τῶν τοῦ βασιλέως γονάτων ἅμα τοῖς τέκνοις καὶ διέμενον ἐρριμμέναι, τέως ἀνέστησαν αὐτὰς ἐκ τῆς γῆς οἱ παρόντες ἅπαντα ποιήσειν τὰ μέτρια καὶ τὰ δυνατὰ ὑπισχνούμενοι.
このように言って、彼女たちは皆、子供たちと共に王の膝の前にひれ伏し、その場にいた者たちが、適正で可能なことはすべて行うと約束して彼女たちを地面から立ち上がらせるまで、ひれ伏したままであり続けた。
μεταστησάμενοι δὲ αὐτὰς ἐκ τοῦ συνεδρίου καὶ βουλευσάμενοι καθʼ ἑαυτοὺς ἔκριναν ποιεῖσθαι τὰς διαλλαγάς.
彼らは彼女たちを議場から退出させ、自分たちだけで審議したのち、和平を結ぶことを決定した。
καὶ γίνονται τοῖς ἔθνεσιν ἐκεχειρίαι μὲν πρῶτον· ἔπειτα συνελθόντων τῶν βασιλέων συνθῆκαι περὶ φιλίας.
そして、両民族の間にまず休戦が成立し、次に、王たちが集まって友好に関する条約が結ばれた。
§2.46.2ἦν δὲ τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ὧν τοὺς ὅρκους ἐποιήσαντο, τοιάδε·
男たちの間で合意され、それについて彼らが誓いを交わした内容は、以下のようなものであった。
βασιλέας μὲν εἶναι Ῥωμαίων Ῥωμύλον καὶ Τάτιον ἰσοψήφους ὄντας καὶ τιμὰς καρπουμένους τὰς ἴσας, καλεῖσθαι δὲ τὴν μὲν πόλιν ἐπὶ τοῦ κτίσαντος τὸ αὐτὸ φυλάττουσαν ὄνομα Ῥώμην, καὶ ἕνα ἕκαστον τῶν ἐν αὐτῇ πολιτῶν Ῥωμαῖον, ὡς πρότερον, τοὺς δὲ σύμπαντας ἐπὶ τῆς Τατίου πατρίδος κοινῇ περιλαμβανομένους κλήσει Κυρίτας·
ロムルスとタティウスがローマ人の王となり、同等の投票権を持ち等しい名誉を享受すること。 都市は、その創建者にちなんで同じ名前を保持してローマと呼ばれ、その市民の一人ひとりは以前と同じくローマ人と呼ばれること。 しかし、全員を総合した全体としては、タティウスの祖国にちなんで、共同の名称「クィリテス」で包括されること。
πολιτεύειν δὲ τοὺς βουλομένους Σαβίνων ἐν Ῥώμῃ ἱερά τε συνενεγκαμένους καὶ εἰς φυλὰς καὶ εἰς φράτρας ἐπιδοθέντας.
そして、望むサビニ人は、自分たちの神聖な儀礼を持ち込み、部族とフラトリアに編入された上で、ローマにおいて市民権を持つこと。
§2.46.3ταῦτα ὀμόσαντες καὶ βωμοὺς ἐπὶ τοῖς ὅρκοις ἱδρυσάμενοι κατὰ μέσην μάλιστα τὴν καλουμένην ἱερὰν ὁδὸν συνεκεράσθησαν ἀλλήλοις.
これらを誓い、誓約のためにいわゆる「聖なる道」のほぼ中央に祭壇を建立した上で、彼らは互いに融和した。
καὶ οἱ μὲν ἄλλοι τὰς δυνάμεις ἀναλαβόντες ἡγεμόνες ἀπῆγον ἐπʼ οἴκου, Τάτιος δὲ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τρεῖς ἄνδρες οἴκων τῶν διαφανεστάτων ὑπέμειναν ἐν Ῥώμῃ καὶ τιμὰς ἔσχον, ἃς τὸ ἀπʼ αὐτῶν ἐκαρποῦτο γένος, Οὐόλοσσος Οὐαλέριος καὶ Τάλλος Τυράννως ἐπίκλησιν καὶ τελευταῖος Μέττιος Κούρτιος, ὁ τὴν λίμνην σὺν τοῖς ὅπλοις διανηξάμενος, οἷς παρέμειναν ἑταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, τῶν ἐπιχωρίων ἀριθμὸν οὐκ ἐλάττους.
そして、他の指導者たちは軍勢を率いて家路についたが、タティウス王と、彼に随伴する最も高名な家柄の3人の男たちはローマに留まり、彼らの子孫が享受することになる名誉を得た。 その3人とは、ウォロッスス・ウァレリウス、トゥッルス・「テュランノス」という異名を持つ者、および最後に、武器を携えたまま沼を泳ぎ渡ったメッティウス・クルティウスである。 彼らのもとには、同志、親族、そして庇護民が留まったが、その数は在来の住民に劣らぬほどであった。