Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.45.1-2.45.6

ヘルシリアの提案とサビニ人の妻たちによる和平の嘆願

136 / 962 箇所 · ギリシア語

要旨

ローマに住むサビニ人の妻たちが、両民族を和解させるための使節として同胞のもとへ赴くことを決意し、元老院の許可のもとサビニ人の陣営に嘆願に赴く。

§2.45.1ἐν ᾧ δὲ ἀμφότεροι ταῦτα διαλογιζόμενοι καὶ οὔτε μάχης ἄρχειν τολμῶντες οὔτε περὶ φιλίας διαλεγόμενοι παρεῖλκον τὸν χρόνον, αἱ Ῥωμαίων γυναῖκες ὅσαι τοῦ Σαβίνων ἐτύγχανον οὖσαι γένους, διʼ ἃς ὁ πόλεμος συνειστήκει, συνελθοῦσαι δίχα τῶν ἀνδρῶν εἰς ἓν χωρίον καὶ λόγον ἑαυταῖς δοῦσαι γνώμην ἐποιήσαντο συμβατηρίων ἄρξαι πρὸς ἀμφοτέρους αὐταὶ λόγων. §2.45.2ἡ δὲ τοῦτο εἰσηγησαμένη τὸ βούλευμα ταῖς γυναιξὶν Ἑρσιλία μὲν ἐκαλεῖτο, γένους δʼ οὐκ ἀφανοῦς ἦν ἐν Σαβίνοις. ταύτην δʼ οἱ μέν φασι γεγαμημένην ἤδη σὺν ταῖς ἄλλαις ἁρπασθῆναι κόραις ὡς παρθένον, οἱ δὲ τὰ πιθανώτατα γράφοντες ἑκοῦσαν ὑπομεῖναι λέγουσι μετὰ θυγατρός· ἁρπασθῆναι γὰρ δὴ κἀκείνης θυγατέρα μονογενῆ. §2.45.3ὡς δὲ ταύτην ἔσχον τὴν γνώμην αἱ γυναῖκες ἧκον ἐπὶ τὸ συνέδριον καὶ τυχοῦσαι λόγου μακρὰς ἐξέτειναν δεήσεις, ἐπιτροπὴν ἀξιοῦσαι λαβεῖν τῆς πρὸς τοὺς συγγενεῖς ἐξόδου, πολλὰς καὶ ἀγαθὰς ἐλπίδας ἔχειν λέγουσαι περὶ τοῦ συνάξειν εἰς ἓν τὰ ἔθνη καὶ ποιήσειν φιλίαν. ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ συνεδρεύοντες τῷ βασιλεῖ σφόδρα τε ἠγάσθησαν καὶ πόρον ὡς ἐν ἀμηχάνοις πράγμασι τοῦτον ὑπέλαβον εἶναι μόνον. §2.45.4γίνεται δὴ μετὰ τοῦτο δόγμα τοιόνδε βουλῆς· ὅσαι τοῦ Σαβίνων γένους ἦσαν ἔχουσαι τέκνα, ταύταις ἐξουσίαν εἶναι καταλιπούσαις τὰ τέκνα παρὰ τοῖς ἀνδράσι πρεσβεύειν ὡς τοὺς ὁμοεθνεῖς, ὅσαι δὲ πλειόνων παίδων μητέρες ἦσαν ἐπάγεσθαι μοῖραν ἐξ αὐτῶν ὁσηνδήτινα καὶ πράττειν ὅπως εἰς φιλίαν συνάξουσι τὰ ἔθνη. §2.45.5μετὰ τοῦτο ἐξῄεσαν ἐσθῆτας ἔχουσαι πενθίμους, τινὲς δὲ αὐτῶν καὶ τέκνα νήπια ἐπαγόμεναι. ὡς δʼ εἰς τὸν χάρακα τῶν Σαβίνων προῆλθον ὀδυρόμεναί τε καὶ προσπίπτουσαι τοῖς τῶν ἀπαντώντων γόνασι πολὺν οἶκτον ἐκ τῶν ὁρώντων ἐκίνησαν, §2.45.6καὶ τὰ δάκρυα κατέχειν οὐδεὶς ἱκανὸς ἦν. συναχθέντος δὲ αὐταῖς τοῦ συνεδρίου τῶν προβούλων καὶ κελεύσαντος τοῦ βασιλέως ὑπὲρ ὧν ἥκουσι λέγειν ἡ τοῦ βουλεύματος ἄρξασα καὶ τὴν ἡγεμονίαν ἔχουσα τῆς πρεσβείας Ἑρσιλία μακρὰν καὶ συμπαθῆ διεξῆλθε δέησιν, ἀξιοῦσα χαρίσασθαι τὴν εἰρήνην ταῖς δεομέναις ὑπὲρ τῶν ἀνδρῶν, διʼ ἃς ἐξενηνέχθαι τὸν πόλεμον ἀπέφαινεν· ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ διαλύσεις, τοὺς ἡγεμόνας αὐτοὺς συνελθόντας ἐφʼ ἑαυτῶν διομολογήσασθαι πρὸς τὸ κοινῇ συμφέρον ὁρῶντας.
このように両者がこれらのことを熟考し、戦闘を始める勇気もなければ、友好について話し合うこともせず、時間を引き延ばしていたとき、サビニ人の血を引くローマ人の妻たち(彼女たちのために戦争が引き起こされていたのであるが)は、夫たちに知らせずに一箇所に集まり、互いに相談した末、自分たち自身で双方に対して和解のための交渉を始めることを決議した。この計画を女たちに提案した者はヘルシリアと呼ばれ、サビニ人の中でも卑しくない家柄の出身であった。彼女について、ある人々は、すでに結婚していたにもかかわらず、他の乙女たちとともに処女であるかのように拉致されたのだと言い、最も信憑性のある記録を書く人々は、彼女が娘とともに自発的に留まったのだと言う。というのも、彼女のひとり娘もまた拉致されていたからである。女たちがこの決議に達すると、彼女たちは議会にやって来て、発言の機会を得ると長々と嘆願を行い、親族のもとへ出発するための許可を求め、両民族を一つに集めて友好関係を築くことについて、多くの素晴らしい希望を抱いていると述べた。王とともに議会に集まっていた者たちは、これを聞いて大いに感嘆し、この進退極まった状況における唯一の解決策であると見なした。この後、元老院から次のような決議が下された。サビニ人の血を引く者で子供を持つ女たちは、子供たちを夫のもとに残して、同胞のもとへ使節として赴く権限を持つこと。また、複数の子供の母親である者は、そのうちのいくらかを連れて行き、両民族を友好へと結びつけるように取り計らうこと。この後、彼女たちは喪服を着て出発し、彼女たちのうちの何人かは幼い子供たちも連れて行った。彼女たちがサビニ人の陣営に進み、泣き崩れて出会う人々の膝にすがりついたとき、それを見る人々から大きな同情を誘い、誰も涙を抑えることができなかった。彼女たちのために長老たちの議会が召集され、王が彼女たちに来た目的を述べるように命じると、その計画を提案し、使節団の代表を務めていたヘルシリアが、長々と、そして同情を誘う嘆願を詳しく述べ、戦争が自分たちのために引き起こされたことを指摘しつつ、嘆願する者たちに免じて夫たちのために平和を授けてくれるよう求めた。ただし、どのような条件で和解がなされるかについては、指導者たち自身が個別に集まり、共通の利益を考慮して合意すべきであると主張した。

語釈・文法注

  1. 2.45.1λόγον ἑαυταῖς δοῦσαι — 「自分たちの間で討議する」「熟慮する」という意味の慣用的な表現。λόγον δίδωμι 自体は「説明を与える」などの意味を持つが、反身代名詞を伴うことで共同の理性的討議や自己反省を指す。
  2. 2.45.4ταύταις ἐξουσίαν εἶναι καταλιπούσαις — 元老院の決議(δόγμα βουλῆς)の内容を伝える間接話法において、不定詞 εἶναι の主語(意味上の主語)となる与格の指示代名詞 ταύταις に、アオリスト分詞 καταλιπούσαις が格一致している。
  3. 2.45.6ἐφʼ οἷς δὲ γενήσονται δικαίοις — 関係代名詞 οἷς の先行詞である δικαίοις(条件、取り決め)が、関係節の中に引き込まれている(先行詞の引入)。「〜という条件(正義)に基づいて」を意味する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.45.1-2.45.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.45.1-2.45.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。