Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.46.1-2.46.3

罗马与萨宾的联合及共同统治协定

第 137 段,共 962 段 · 希腊语

内容简介

在萨宾妇女的恳求下,两军达成和解并缔结盟约,规定了共同统治及全体公民合称“奎里特斯”等合邦条款,塔提乌斯及萨宾显贵定居于罗马。

§2.46.1τοιαῦτα εἰποῦσαι προὔπεσον ἅπασαι τῶν τοῦ βασιλέως γονάτων ἅμα τοῖς τέκνοις καὶ διέμενον ἐρριμμέναι, τέως ἀνέστησαν αὐτὰς ἐκ τῆς γῆς οἱ παρόντες ἅπαντα ποιήσειν τὰ μέτρια καὶ τὰ δυνατὰ ὑπισχνούμενοι.
她们说完了这些话,便和孩子们一起,全都跪倒在国王膝前,并且一直伏在地上,直到在场的人承诺将尽一切温和且可能之事,才将她们从地上扶起。
μεταστησάμενοι δὲ αὐτὰς ἐκ τοῦ συνεδρίου καὶ βουλευσάμενοι καθʼ ἑαυτοὺς ἔκριναν ποιεῖσθαι τὰς διαλλαγάς.
元老们让她们退出议事会,并在他们自己商议之后,决定进行和解。
καὶ γίνονται τοῖς ἔθνεσιν ἐκεχειρίαι μὲν πρῶτον· ἔπειτα συνελθόντων τῶν βασιλέων συνθῆκαι περὶ φιλίας.
首先,两族之间达成了休战;接着,在国王们会面之后,缔结了友好条约。
§2.46.2ἦν δὲ τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ὧν τοὺς ὅρκους ἐποιήσαντο, τοιάδε· βασιλέας μὲν εἶναι Ῥωμαίων Ῥωμύλον καὶ Τάτιον ἰσοψήφους ὄντας καὶ τιμὰς καρπουμένους τὰς ἴσας, καλεῖσθαι δὲ τὴν μὲν πόλιν ἐπὶ τοῦ κτίσαντος τὸ αὐτὸ φυλάττουσαν ὄνομα Ῥώμην, καὶ ἕνα ἕκαστον τῶν ἐν αὐτῇ πολιτῶν Ῥωμαῖον, ὡς πρότερον, τοὺς δὲ σύμπαντας ἐπὶ τῆς Τατίου πατρίδος κοινῇ περιλαμβανομένους κλήσει Κυρίτας· πολιτεύειν δὲ τοὺς βουλομένους Σαβίνων ἐν Ῥώμῃ ἱερά τε συνενεγκαμένους καὶ εἰς φυλὰς καὶ εἰς φράτρας ἐπιδοθέντας.
男人们共同商定并为此宣誓的条款如下:罗慕路斯与塔提乌斯为罗马人的国王,拥有同等表决权并享有同等荣誉;都市因其创建者而保持原有名称,称为罗马,其中的每一位公民如前一样被称为罗马人;但所有人作为一个整体,则以塔提乌斯的祖国为名,共同统称为奎里特斯;凡愿意的萨宾人,在带入他们自己的神圣仪式并被分配到部族与胞族之后,均可在罗马享有公民权。
§2.46.3ταῦτα ὀμόσαντες καὶ βωμοὺς ἐπὶ τοῖς ὅρκοις ἱδρυσάμενοι κατὰ μέσην μάλιστα τὴν καλουμένην ἱερὰν ὁδὸν συνεκεράσθησαν ἀλλήλοις.
他们为此宣誓,并在宣誓后于被称为“圣道”的几乎正中间建立了祭坛,此后他们便互相融合。
καὶ οἱ μὲν ἄλλοι τὰς δυνάμεις ἀναλαβόντες ἡγεμόνες ἀπῆγον ἐπʼ οἴκου, Τάτιος δὲ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τρεῖς ἄνδρες οἴκων τῶν διαφανεστάτων ὑπέμειναν ἐν Ῥώμῃ καὶ τιμὰς ἔσχον, ἃς τὸ ἀπʼ αὐτῶν ἐκαρποῦτο γένος, Οὐόλοσσος Οὐαλέριος καὶ Τάλλος Τυράννως ἐπίκλησιν καὶ τελευταῖος Μέττιος Κούρτιος, ὁ τὴν λίμνην σὺν τοῖς ὅπλοις διανηξάμενος, οἷς παρέμειναν ἑταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, τῶν ἐπιχωρίων ἀριθμὸν οὐκ ἐλάττους.
其他领袖带领军队返回家园,而塔提乌斯国王以及随同他的三位来自最显赫家族的男子则留在了罗马,并获得了由他们传下的家族所享有的荣誉。 这三人是:沃洛苏斯·瓦莱里乌斯、绰号为“泰兰诺斯”的塔路斯,以及最后一位,即带着武器游过湖泊的梅蒂乌斯·库尔提乌斯。 留在他们身边的有他们的同伴、亲属和庇护民,其人数不下于当地的居民。

词汇与语法注释

  1. 2.46.1τέως — 此处并非古典雅典方言中表示“暂时、有一段时间”的副词,而是后期希腊语(通用希腊语)中代替 ἕως 表示“直到……为止”的连词用法。
  2. 2.46.2τῆς Τατίου πατρίδος — 指塔提乌斯的祖国——萨宾人的城市库雷斯(Cures),在此处被视为罗马公民共同称呼“奎里特斯”(Quirites)的词源。
  3. 2.46.2ἱερά τε συνενεγκαμένους — 完成时分词 συνενεγκαμένους 表示萨宾人在定居罗马时,将他们自己固有的宗教仪式(或圣物)带入并融入了共同体中。
  4. 2.46.3τὸ ἀπʼ αὐτῶν ἐκαρποῦτο γένος — 主语为 τὸ γένος(家族、后代),动词为未完成过去时 ἐκαρποῦτο。表示“从他们传下来的家族(在后世)持续享有”这一过去持续的状态。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.46.1-2.46.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.46.1-2.46.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。