§2.45.1ἐν ᾧ δὲ ἀμφότεροι ταῦτα διαλογιζόμενοι καὶ οὔτε μάχης ἄρχειν τολμῶντες οὔτε περὶ φιλίας διαλεγόμενοι παρεῖλκον τὸν χρόνον, αἱ Ῥωμαίων γυναῖκες ὅσαι τοῦ Σαβίνων ἐτύγχανον οὖσαι γένους, διʼ ἃς ὁ πόλεμος συνειστήκει, συνελθοῦσαι δίχα τῶν ἀνδρῶν εἰς ἓν χωρίον καὶ λόγον ἑαυταῖς δοῦσαι γνώμην ἐποιήσαντο συμβατηρίων ἄρξαι πρὸς ἀμφοτέρους αὐταὶ λόγων.
While both sides, deliberating on these matters and daring neither to begin battle nor to negotiate concerning friendship, were dragging out the time, the Roman women who happened to be of Sabine stock, on whose account the war had arisen, having met together without their husbands in one place and having taken counsel among themselves, resolved that they should themselves initiate negotiations for a reconciliation to both sides.
§2.45.2ἡ δὲ τοῦτο εἰσηγησαμένη τὸ βούλευμα ταῖς γυναιξὶν Ἑρσιλία μὲν ἐκαλεῖτο, γένους δʼ οὐκ ἀφανοῦς ἦν ἐν Σαβίνοις.
The one who proposed this plan to the women was named Hersilia, and she was of no obscure family among the Sabines.
ταύτην δʼ οἱ μέν φασι γεγαμημένην ἤδη σὺν ταῖς ἄλλαις ἁρπασθῆναι κόραις ὡς παρθένον, οἱ δὲ τὰ πιθανώτατα γράφοντες ἑκοῦσαν ὑπομεῖναι λέγουσι μετὰ θυγατρός· ἁρπασθῆναι γὰρ δὴ κἀκείνης θυγατέρα μονογενῆ.
Concerning her, some say that she had already been married but was snatched along with the other maidens as if she were a virgin, while those who write the most credible accounts say that she had remained voluntarily with her daughter; for indeed her only daughter had also been snatched.
§2.45.3ὡς δὲ ταύτην ἔσχον τὴν γνώμην αἱ γυναῖκες ἧκον ἐπὶ τὸ συνέδριον καὶ τυχοῦσαι λόγου μακρὰς ἐξέτειναν δεήσεις, ἐπιτροπὴν ἀξιοῦσαι λαβεῖν τῆς πρὸς τοὺς συγγενεῖς ἐξόδου, πολλὰς καὶ ἀγαθὰς ἐλπίδας ἔχειν λέγουσαι περὶ τοῦ συνάξειν εἰς ἓν τὰ ἔθνη καὶ ποιήσειν φιλίαν.
When the women had reached this decision, they came to the council, and having obtained permission to speak, they made lengthy entreaties, requesting to receive permission for their departure to their relatives, and saying that they had many good hopes of bringing the nations together into one and establishing friendship.
ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ συνεδρεύοντες τῷ βασιλεῖ σφόδρα τε ἠγάσθησαν καὶ πόρον ὡς ἐν ἀμηχάνοις πράγμασι τοῦτον ὑπέλαβον εἶναι μόνον.
When those who sat in council with the king heard this, they admired them greatly and regarded this as the only way out in their helpless situation.
§2.45.4γίνεται δὴ μετὰ τοῦτο δόγμα τοιόνδε βουλῆς· ὅσαι τοῦ Σαβίνων γένους ἦσαν ἔχουσαι τέκνα, ταύταις ἐξουσίαν εἶναι καταλιπούσαις τὰ τέκνα παρὰ τοῖς ἀνδράσι πρεσβεύειν ὡς τοὺς ὁμοεθνεῖς, ὅσαι δὲ πλειόνων παίδων μητέρες ἦσαν ἐπάγεσθαι μοῖραν ἐξ αὐτῶν ὁσηνδήτινα καὶ πράττειν ὅπως εἰς φιλίαν συνάξουσι τὰ ἔθνη.
After this, a decree of the senate of the following kind was passed: that as many of them as were of Sabine stock and had children should have permission, leaving their children with their husbands, to go as envoys to their compatriots; and that those who were mothers of several children should take some portion of them along and act in such a way as to bring the nations together into friendship.
§2.45.5μετὰ τοῦτο ἐξῄεσαν ἐσθῆτας ἔχουσαι πενθίμους, τινὲς δὲ αὐτῶν καὶ τέκνα νήπια ἐπαγόμεναι.
After this, they went out wearing mourning garments, and some of them also took infant children with them.
ὡς δʼ εἰς τὸν χάρακα τῶν Σαβίνων προῆλθον ὀδυρόμεναί τε καὶ προσπίπτουσαι τοῖς τῶν ἀπαντώντων γόνασι πολὺν οἶκτον ἐκ τῶν ὁρώντων ἐκίνησαν, §2.45.6καὶ τὰ δάκρυα κατέχειν οὐδεὶς ἱκανὸς ἦν.
When they had advanced to the camp of the Sabines, weeping and falling at the knees of those who met them, they excited great pity among those who saw them, and no one was able to restrain their tears.
συναχθέντος δὲ αὐταῖς τοῦ συνεδρίου τῶν προβούλων καὶ κελεύσαντος τοῦ βασιλέως ὑπὲρ ὧν ἥκουσι λέγειν ἡ τοῦ βουλεύματος ἄρξασα καὶ τὴν ἡγεμονίαν ἔχουσα τῆς πρεσβείας Ἑρσιλία μακρὰν καὶ συμπαθῆ διεξῆλθε δέησιν, ἀξιοῦσα χαρίσασθαι τὴν εἰρήνην ταῖς δεομέναις ὑπὲρ τῶν ἀνδρῶν, διʼ ἃς ἐξενηνέχθαι τὸν πόλεμον ἀπέφαινεν· ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ διαλύσεις, τοὺς ἡγεμόνας αὐτοὺς συνελθόντας ἐφʼ ἑαυτῶν διομολογήσασθαι πρὸς τὸ κοινῇ συμφέρον ὁρῶντας.
When the council of the chiefs had been assembled for them and the king had commanded them to state on what business they had come, Hersilia, who had initiated the plan and held the leadership of the embassy, delivered a long and compassionate entreaty, asking them to grant peace to the petitioners for the sake of their husbands, on whose account she showed that the war had been declared; but as to the terms on which the reconciliation should be made, she urged that the leaders themselves, meeting by themselves, should agree upon them, having regard to the common interest.