§2.42.1ταῖς δʼ ἑξῆς ἡμέραις ταφὰς ποιησάμενοι τῶν νεκρῶν καὶ τοὺς κεκμηκότας ὑπὸ τραυμάτων ἀνακτησάμενοι δυνάμεις τε παρασκευάσαντες ἄλλας, ἐπειδὴ ἔδοξεν αὐτοῖς αὖθις ἑτέραν συνάψαι μάχην, εἰς τὸ αὐτὸ τῷ προτέρῳ χωρίον συνελθόντες ἄχρι νυκτὸς ἐμάχοντο.
続く数日の間に、死者の埋葬を行い、傷によって疲弊した者たちを回復させ、さらに別の軍勢を用意すると、彼らは再びもう一つの戦闘を交えることが良しと考え、前と同じ場所に集まって夜まで戦った。
§2.42.2ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων ἀμφοτέροις ἐπικρατούντων τοῖς κέρασιν, ʽεἶχε δὲ τοῦ δεξιοῦ τὴν ἡγεμονίαν αὐτὸς ὁ Ῥωμύλος, τοῦ δὲ ἀριστεροῦ Λοκόμων ὁ Τυρρηνόσʼ τοῦ δὲ μέσου μηδέπω κρίσιν ἔχοντος, ὁ κωλύσας τὴν εἰς τέλος τῶν Σαβίνων ἧτταν καὶ εἰς ἀντίπαλα καταστήσας αὖθις τὰ λειπόμενα τοῖς νικῶσιν εἷς ἀνὴρ ἐγένετο Μέττιος Κούρτιος ὄνομα, ῥώμην τε σώματος πολὺς καὶ κατὰ χεῖρα γενναῖος, μάλιστα δʼ ἐπὶ τῷ μηδένα ὀκνεῖν φόβον ἢ
この戦闘において、ローマ人が両翼を圧倒しており(なお、右翼の指揮権はロムルス自身が、左翼はティレニア人のロコモンが持っていた)、中央はまだ決着がついていなかったが、サビニ人の最終的な敗北を阻み、敗色濃厚だった形勢を勝利者に対して再び互角に戻した者は、一人の男であった。
§2.42.3κίνδυνον εὐδοκιμῶν.
その名はメッティウス・クルティウスといい、体格において頑健であり、白兵戦において勇敢であり、何よりもいかなる恐怖や危険をも躊躇しないことで知られていた。
οὗτος δʼ ἐτάχθη μὲν ἡγεῖσθαι τῶν κατὰ μέσην ἀγωνιζομένων τὴν φάλαγγα καὶ τοὺς ἀντιτεταγμένους ἐνίκα, βουληθεὶς δὲ καὶ τὰ κέρατα τῶν Σαβίνων μοχθοῦντα ἤδη καὶ ἐξωθούμενα εἰς τὸ ἴσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἐδίωκε τοὺς φεύγοντας τῶν πολεμίων ἐσκεδασμένους καὶ μέχρι τῶν πυλῶν αὐτοὺς ἤλασεν, ὥστε ἠναγκάσθη καταλιπὼν ἡμιτελῆ τὴν νίκην ὁ Ῥωμύλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ὤσασθαι μέρη.
彼は中央の戦列で戦う者たちの指揮をとるよう配置され、対峙する敵を破った。 しかし、すでに苦戦して押し戻されていたサビニ人の両翼をも対等な状態に戻したいと望み、身の回りの者たちを鼓舞して、敗走する敵の散り散りになった者たちを追撃し、彼らを門まで追い詰めた。 その結果、ロムルスは勝利を未完のまま残して引き返し、敵の勝ち誇っている側に突撃せざるを得なくなった。
§2.42.4τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει.
ロムルスの率いる軍勢が去ったことで、サビニ人の苦戦していた側は再び対等な形勢に戻ったが、すべての危険はクルティウスと彼とともに勝ち進んでいた者たちの身に及ぶこととなった。
χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπʼ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν.
そこで、しばらくの間サビニ人たちはローマ人を迎え撃って見事に戦ったが、その後、多くの敵が押し寄せてきたので、彼らは退却し、陣営へと逃れた。 これは、クルティウスが、彼らが混乱して追撃されることなく、歩いて退却できるよう、大きな安全を与えたからであった。
§2.42.5αὐτὸς γὰρ εἱστήκει μαχόμενος καὶ τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ἡγεμόνων αὐτῶν συμπεσόντων ἀλλήλοις μέγας καὶ καλὸς ἀγών.
彼自身は踏みとどまって戦い、突撃してくるロムルスを迎え撃った。 そして、これら二人の指揮官自身が激突したとき、偉大で見事な戦いが繰り広げられた。
ἔξαιμος δὲ ὢν ἤδη καὶ καταβελὴς ὁ Κούρτιος ὑπῄει κατʼ ὀλίγον, καὶ αὐτὸν ἐκ τῶν κατόπιν ὑπεδέχετο λίμνη βαθεῖα, ἣν περιελθεῖν μὲν χαλεπὸν ἦν περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν δὲ ὑπό τε ἰλύος πλήθους, ἣν τὰ πέριξ τέλματα εἶχε, καὶ βάθους ὕδατος τοῦ κατὰ μέσην αὐτὴν συνεστῶτος ἄπορον.
しかし、すでに多量の出血をし、満身創痍であったクルティウスは、少しずつ後退していった。 すると、背後から彼を深い湖が待ち受けていた。 敵が至る所から取り囲んでいたため、それを迂回することは困難であり、周囲の湿地がたたえていた多量の泥土と、その中央にたたえられていた深い水のために、それを通り抜けることは不可能であった。
§2.42.6ταύτῃ πλησιάσας ἔρριψεν ἑαυτὸν εἰς τὸ νᾶμα σὺν τοῖς ὅπλοις, καὶ ὁ Ῥωμύλος ὡς αὐτίκα δὴ τοῦ ἀνδρὸς ἐν τῇ λίμνῃ διαφθαρησομένου ʽκαὶ ἅμα ἀδύνατον ἦν κατὰ τέλματός τε αὐτὸν καὶ διʼ ὕδατος πολλοῦ διώκεινʼ ἐπὶ τοὺς ἄλλους Σαβίνους τρέπεται·
この湖に近づくと、彼は武器を携えたままその流れの中に身を投じた。 ロムルスは、その男がまもなく湖の中で死ぬだろうと考え(また同時に、湿地と多量の水を通じて彼を追撃することは不可能であったので)、他のサビニ人たちへと転じた。
ὁ δὲ Κούρτιος πολλὰ μοχθήσας σὺν χρόνῳ σώζεταί τε ἐκ τῆς λίμνης τὰ ὅπλα ἔχων καὶ εἰς τὸν χάρακα ἀπάγεται.
一方、クルティウスは多大なる苦闘の末、やがて武器を持ったまま湖から脱出し、陣営へと連れて行かれた。
οὗτος ὁ τόπος ἀνακέχωσται μὲν ἤδη, καλεῖται δʼ ἐξ ἐκείνου τοῦ πάθους Κούρτιος λάκκος ἐν μέσῳ μάλιστα ὢν τῆς Ῥωμαίων ἀγορᾶς.
この場所は今ではすでに埋め立てられているが、あの受難にちなんでクルティウスの池と呼ばれており、ローマのフォルムのほぼ中央にある。