§2.3.1ἐπεὶ οὖν ἥ τε τάφρος αὐτοῖς ἐξείργαστο καὶ τὸ ἔρυμα τέλος εἶχεν αἵ τε οἰκήσεις τὰς ἀναγκαίους κατασκευὰς ἀπειλήφεσαν, ἀπῄτει δʼ ὁ καιρὸς καὶ περὶ κόσμου πολιτείας ᾧ χρήσονται σκοπεῖν, ἀγορὰν ποιησάμενος αὐτῶν ὁ Ῥωμύλος ὑποθεμένου τοῦ μητροπάτορος καὶ διδάξαντος ἃ χρὴ λέγειν, τὴν μὲν πόλιν ἔφη ταῖς τε δημοσίαις καὶ ταῖς ἰδίαις κατασκευαῖς ὡς νεόκτιστον ἀποχρώντως κεκοσμῆσθαι·
こうして彼らのために濠が完成され、防壁も落成し、家々が必要な設備を備え終えたとき、時(状況)は彼らが用いるべき国制の秩序について検討することを求めた。 ロムルスは、母方の祖父が助言し、語るべきことを教えてくれたので、彼らの集会を召集し、この市は、新設された都市としては公共および個人の建物によって十分に整えられていると述べた。
ἠξίου δʼ ἐνθυμεῖσθαι πάντας ὡς οὐ ταῦτʼ ἐστι τὰ πλείστου ἄξια ἐν ταῖς πόλεσιν.
しかし同時に、都市において最も価値あるものはこれらではないということを、皆が心に留めるよう求めた。
§2.3.2οὔτε γὰρ ἐν τοῖς ὀθνείοις πολέμοις τὰς βαθείας τάφρους καὶ τὰ ὑψηλὰ ἐρύματα ἱκανὰ εἶναι τοῖς ἔνδον ἀπράγμονα σωτηρίας ὑπόληψιν παρασχεῖν, ἀλλʼ ἕν τι μόνον ἐγγυᾶσθαι τὸ μηθὲν ἐξ ἐπιδρομῆς κακὸν ὑπʼ ἐχθρῶν παθεῖν προκαταληφθέντας, οὔθʼ ὅταν ἐμφύλιοι ταραχαὶ τὸ κοινὸν κατάσχωσι, τῶν ἰδίων οἴκων καὶ ἐνδιαιτημάτων τὰς καταφυγὰς ὑπάρχειν τινὶ ἀκινδύνους.
というのも、対外戦争においては、深い濠や高い城壁も、内部の人々に憂いのない安全の確信を与えるには十分ではなく、ただ一つのこと、すなわち不意を突かれて敵の襲撃によるいかなる害も被らないことだけを保証するにすぎないからであり、また内乱が国家を支配するとき、個人の家や住居という避難所が誰にとっても安全なものとして存在するわけではないからである。
§2.3.3σχολῆς γὰρ ἀνθρώποις ταῦτα καὶ ῥᾳστώνης βίων εὑρῆσθαι παραμύθια, μεθʼ ὧν οὔτε τὸ ἐπιβουλεῦον τῶν πέλας κωλύεσθαι μὴ οὐ πονηρὸν εἶναι οὔτʼ ἐν τῷ ἀκινδύνῳ βεβηκέναι θαρρεῖν τὸ ἐπιβουλευόμενον, πόλιν τε οὐδεμίαν πω τούτοις ἐκλαμπρυνθεῖσαν ἐπὶ μήκιστον εὐδαίμονα γενέσθαι καὶ μεγάλην, οὐδʼ αὖ παρὰ τὸ μὴ τυχεῖν τινὰ κατασκευῆς ἰδίας τε καὶ δημοσίας πολυτελοῦς κεκωλῦσθαι μεγάλην γενέσθαι καὶ εὐδαίμονα·
なぜなら、これらは人々の余暇と平穏な生活のための慰めとして発明されたものであり、それらがあっても、隣人を陥れようと企てる者が邪悪でなくなるよう妨げられるわけでもなく、陥れられようとしている者が安全のうちに歩んでいると確信するわけでもないからである。 また、これらによって華麗に飾られた都市が、長期にわたって幸福かつ強大になったことは一度もなく、逆に、個人や公共の贅沢な建築物を持たないからといって、強大かつ幸福になることを妨げられた都市もない。
ἀλλʼ ἕτερα εἶναι τὰ σώζοντα καὶ ποιοῦντα μεγάλας ἐκ μικρῶν τὰς πόλεις·
そうではなく、都市を救い、小さな都市から大きな都市へと育てるものは別のことなのである。
§2.3.4ἐν μὲν τοῖς ὀθνείοις πολέμοις τὸ διὰ τῶν ὅπλων κράτος, τοῦτο δὲ τόλμῃ παραγίνεσθαι καὶ μελέτῃ, ἐν δὲ ταῖς ἐμφυλίοις ταραχαῖς τὴν τῶν πολιτευομένων ὁμοφροσύνην, ταύτην δὲ τὸν σώφρονα καὶ δίκαιον ἑκάστου βίον ἀπέφηνεν ἱκανώτατον ὄντα τῷ κοινῷ παρασχεῖν.
対外戦争においては武器による力であり、これは勇気と訓練によってもたらされる。 また内乱においては市民たちの協調であり、彼は、各人の節度ある正しい生活こそが、国家にそれをもたらすのに最も効果的であると示した。
§2.3.5τοὺς δὴ τὰ πολέμιά τε ἀσκοῦντας καὶ τῶν ἐπιθυμιῶν κρατοῦντας ἄριστα κοσμεῖν τὰς ἑαυτῶν πατρίδας τείχη τε ἀνάλωτα τῷ κοινῷ καὶ καταγωγὰς τοῖς ἑαυτῶν βίοις ἀσφαλεῖς τούτους εἶναι τοὺς παρασκευαζομένους·
したがって、軍事を鍛錬し、自らの欲望を支配する者たちこそが、最も美しく自らの祖国を整えるのであり、国家のために破られることのない城壁を、また自らの生活のために安全な拠点を準備するのは、これらの人々なのである。
μαχητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αὐτὸ καταστησαμένοις, μαλθακούς τε αὖ καὶ πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τὰ πονηρὰ §2.3.6ἐπιτηδεύματα ἐπιτελεῖν.
そして、戦士であり、正しく、その他の徳を実践する人々を、国制の形態が、それを賢明に確立した人々のために作り出すのであり、一方で、柔弱で、貪欲で、恥ずべき欲望の奴隷である人々を、邪悪な習慣を実践させるのである。
ἔφη τε παρὰ τῶν πρεσβυτέρων καὶ διὰ πολλῆς ἱστορίας ἐληλυθότων ἀκούειν, ὅτι πολλαὶ μὲν ἀποικίαι μεγάλαι καὶ εἰς εὐδαίμονας ἀφικόμεναι τόπους, αἱ μὲν αὐτίκα διεφθάρησαν εἰς στάσεις ἐμπεσοῦσαι, αἱ δʼ ὀλίγον ἀντισχοῦσαι χρόνον ὑπήκοοι τοῖς πλησιοχώροις ἠναγκάσθησαν γενέσθαι καὶ ἀντὶ κρείττονος χώρας, ἣν κατέσχον, τὴν χείρονα τύχην διαλλάξασθαι δοῦλαι ἐξ ἐλευθέρων γενόμεναι·
また、彼は年長者や多くの歴史に精通している人々から、次のように聞いていると言った。 すなわち、多くの偉大で恵まれた土地に到着した植民都市のうち、あるものは内乱に陥ってただちに滅び、またあるものは、わずかな期間持ちこたえたものの、近隣の住民に服従することを余儀なくされ、占拠した優れた土地の代わりに、自由な身から奴隷となって、より劣った運命と交換することになった。
ἕτεραι δʼ ὀλιγάνθρωποι καὶ εἰς χωρία οὐ πάνυ σπουδαῖα παραγενόμεναι ἐλεύθεραι μὲν πρῶτον, ἔπειτα δʼ ἑτέρων ἄρχουσαι διετέλεσαν·
しかし他方で、人口が少なく、決して優れていない土地に到着したにもかかわらず、最初は自由であり、その後は他者を支配し続けたものもある。
καὶ οὔτε ταῖς εὐπραγίαις τῶν ὀλίγων οὔτε ταῖς δυστυχίαις τῶν πολλῶν ἕτερόν τι ἢ τὸ τῆς πολιτείας σχῆμα ὑπάρχειν αἴτιον.
そして、少数の人々の繁栄にとっても、多数の人々の不運にとっても、国制の形態以外のものが原因であることはない。
§2.3.7εἰ μὲν οὖν μία τις ἦν παρὰ πᾶσιν ἀνθρώποις βίου τάξις ἡ ποιοῦσα εὐδαίμονας τὰς πόλεις, οὐ χαλεπὴν ἂν γενέσθαι σφίσι τὴν αἵρεσιν αὐτῆς·
それゆえ、もしすべての人の間に、都市を幸福にする唯一の生活の秩序があるならば、それを選ぶことは彼らにとって困難ではなかっただろう。
νῦν δʼ ἔφη πολλὰς πυνθάνεσθαι τὰς κατασκευὰς παρʼ Ἕλλησί τε καὶ βαρβάροις ὑπαρχούσας, τρεῖς δʼ ἐξ ἁπασῶν ἐπαινουμένας μάλιστα ὑπὸ τῶν χρωμένων ἀκούειν, καὶ τούτων οὐδεμίαν εἶναι τῶν πολιτειῶν εἰλικρινῆ, προσεῖναι δέ τινας ἑκάστῃ κῆρας συμφύτους, ὥστε χαλεπὴν αὐτῶν εἶναι τὴν αἵρεσιν.
しかし現状では、ギリシア人や蛮族の間で多くの体制が存在していることを知っており、そのすべての中で、それを用いている人々から最も称賛されているものが3つあると聞いていると彼は言った。 そして、これらの国制のいずれも純粋ではなく、それぞれに固有の害毒が備わっているため、それらを選択することは困難である。
ἠξίου τε αὐτοὺς βουλευσαμένους ἐπὶ σχολῆς εἰπεῖν εἴτε ὑφʼ ἑνὸς ἄρχεσθαι θέλουσιν ἀνδρὸς εἴτε ὑπʼ ὀλίγων εἴτε νόμους καταστησάμενοι πᾶσιν ἀποδοῦναι τὴν τῶν κοινῶν προστασίαν.
そこで彼は、彼らがじっくりと考えた上で、一人の人間によって支配されることを望むのか、少数の人々によるのか、それとも法律を制定して共同体の保護をすべての人に委ねるのかを言うことを求めた。
§2.3.8ἐγὼ δʼ ὑμῖν, ἔφη, πρὸς ἣν ἂν καταστήσησθε πολιτείαν εὐτρεπὴς καὶ οὔτε ἄρχειν ἀπαξιῶ οὔτε ἄρχεσθαι ἀναίνομαι.
「そして私は」と彼は言った、「あなたがたがどのような国制を確立しようとも、それに従う用意があり、支配することを拒みもしなければ、支配されることを嫌がりもしない。
τιμῶν δέ, ἅς μοι προσεθήκατε ἡγεμόνα με πρῶτον ἀποδείξαντες τῆς ἀποικίας, ἔπειτα καὶ τῇ πόλει τὴν ἐπωνυμίαν ἐπʼ ἐμοῦ θέντες, ἅλις ἔχω.
あなたがたが私をまず植民の指導者に指名し、さらに市に私の名にちなんだ名前をつけて授けてくれた栄誉だけで、私には十分である。
ταύτας γὰρ οὔτε πόλεμος ὑπερόριος οὔτε στάσις ἐμφύλιος οὔτε ὁ πάντα μαραίνων τὰ καλὰ χρόνος ἀφαιρήσεταί με οὔτε ἄλλη τύχη παλίγκοτος οὐδεμία·
なぜなら、これらの栄誉を、国外での戦争も、国内の反乱も、あらゆる素晴らしいものを枯れさせる時間も、その他のいかなる不都合な運命も、私から奪い去ることはないからである。
ἀλλὰ καὶ ζῶντι καὶ τὸν βίον ἐκλιπόντι τούτων ὑπάρξει μοι τῶν τιμῶν παρὰ πάντα τὸν λοιπὸν αἰῶνα τυγχάνειν.
それどころか、生きているときも、この世を去った後も、これから先のあらゆる時代を通じて、これらの栄誉を享受し続けることが、私に約束されているのである。 」