§2.4.1τοιαῦτα μὲν ὁ Ῥωμύλος ἐκ διδαχῆς τοῦ μητροπάτορος, ὥσπερ ἔφην, ἀπομνημονεύσας ἐν τοῖς πλήθεσιν ἔλεξεν.
如我所说,罗慕路斯记着外祖父的教导,在人群中说了这些话。
οἱ δὲ βουλευσάμενοι κατὰ σφᾶς αὐτοὺς ἀποκρίνονται τοιάδε· ἡμεῖς πολιτείας μὲν καινῆς οὐδὲν δεόμεθα, τὴν δʼ ὑπὸ τῶν πατέρων δοκιμασθεῖσαν εἶναι κρατίστην παραλαβόντες οὐ μετατιθέμεθα γνώμῃ τε ἑπόμενοι τῶν παλαιοτέρων, οὺς ἀπὸ μείζονος οἰόμεθα φρονήσεως αὐτὴν καταστήσασθαι, καὶ τύχῃ ἀρεσκόμενοι.
他们自己在商议之后,作出了如下回答:“我们绝不需要任何新的国制,而是接受了被父辈们证明为最优秀的国制,并且不打算加以改变,这既是追随我们认为凭着更大智慧建立该制度的先辈们的决定,也是对我们的命运感到满意。
οὐ γὰρ τήνδε μεμψαίμεθʼ ἂν εἰκότως, ἣ παρέσχεν ἡμῖν βασιλευομένοις τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίαν τε καὶ ἄλλων ἀρχήν.
因为我们不能合理地去指责这个制度,它为接受国王统治的我们提供了人类最大的福祉,即自由以及统治他人的权力。
§2.4.2περὶ μὲν δὴ πολιτείας ταῦτα ἐγνώκαμεν· τὴν δὲ τιμὴν ταύτην οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἢ σοὶ προσήκειν ὑπολαμβάνομεν τοῦ τε βασιλείου γένους ἕνεκα καὶ ἀρετῆς, μάλιστα δʼ ὅτι τῆς ἀποικίας ἡγεμόνι κεχρήμεθά σοι καὶ πολλὴν συνίσμεν δεινότητα, πολλὴν δὲ σοφίαν, οὐ λόγῳ μᾶλλον ἢ ἔργῳ μαθόντες.
关于国制,我们确实作出了这样的决定;而我们认为,这一荣誉不属于其他人,而更属于你,这既是因为你皇室的出身和美德,更因为我们一直把你作为我们殖民地的领袖,并且我们深知你巨大的能力和巨大的智慧,而这并不是通过言语,而是通过行动学到的。
ταῦτα ὁ Ῥωμύλος ἀκούσας ἀγαπᾶν μὲν ἔφη βασιλείας ἄξιος ὑπʼ ἀνθρώπων κριθείς· οὐ μέντοι γε λήψεσθαι τὴν τιμὴν πρότερον, ἐὰν μὴ καὶ τὸ δαιμόνιον ἐπιθεσπίσῃ διʼ οἰωνῶν αἰσίων.
”罗慕路斯听了这些话,表示自己因被人们判定为配得上王位而感到高兴;然而他说,除非神明也通过吉兆的鸟占给予启示,否则他不会提前接受这一荣誉。