§2.35.1ὡς δʼ ἀπέδωκε τοῖς θεοῖς ὁ βασιλεὺς τὰς χαριστηρίους θυσίας τε καὶ ἀπαρχάς, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν ἐποιεῖτο περὶ τῶν κρατηθεισῶν πόλεων, ὅντινα χρηστέον αὐταῖς τρόπον, αὐτὸς ἣν ὑπελάμβανε κρατίστην εἶναι γνώμην, πρῶτος ἀποδειξάμενος.
王は神々に感謝の犠牲祭と初物を捧げるとすぐに、他のいかなることをも行う前に、占領された都市について、それらをどのように扱うべきかに関して協議を催したが、自らが最も優れていると見なしていた意見を、自ら最初に表明した。
§2.35.2ὡς δὲ πᾶσι τοῖς ἐν τῷ συνεδρίῳ παροῦσιν ἥ τε ἀσφάλεια τῶν βουλευμάτων τοῦ ἡγεμόνος ἤρεσκε καὶ ἡ λαμπρότης τά τε ἄλλα ὅσα ἐξ αὐτῶν γενήσεται τῇ πόλει χρήσιμα οὐκ ἐν τῷ παραχρῆμα μόνον ἀλλὰ καὶ εἰς ἅπαντα τὸν ἄλλον χρόνον ἐπῃνεῖτο, συνελθεῖν κελεύσας τὰς γυναῖκας ὅσαι τοῦ τε Ἀντεμνατῶν καὶ τοῦ Καινινιτῶν ἐτύγχανον οὖσαι γένους, ἡρπασμέναι δὲ ἅμα ταῖς ἄλλαις, ἐπεὶ δὲ συνῆλθον ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι καὶ τὰς τῶν πατρίδων ἀνακλαίουσαι τύχας, ἐπισχεῖν τῶν ὀδυρμῶν καὶ σιωπῆσαι κελεύσας ἔλεξε·
そして、会議に同席していたすべての人々に対して、指導者の計画の安全性と輝かしさが気に入られ、またそれらから生じるであろう、都市にとって現在だけでなく将来すべてにわたって有益な他のすべての点も称賛されると、アンテムナエやカイニナの家系に属する女性たちのうち、他と一緒に掠奪されていた者たちを集めるように命じた。 そして、彼女たちが嘆き悲しみ、うつ伏しになり、自分たちの祖国の運命を泣き叫びながら集まってくると、嘆きを止め、静粛にするよう命じた上で、以下のように語った。
§2.35.3τοῖς μὲν ὑμετέροις πατράσι καὶ ἀδελφοῖς καὶ ὅλαις ταῖς πόλεσιν ὑμῶν ἅπαντα τὰ δεινὰ ὀφείλεται παθεῖν, ὅτι πόλεμον ἀντὶ φιλίας οὔτε ἀναγκαῖον οὔτε καλὸν ἀνείλοντο·
「あなたがたの父、兄弟、およびあなたがたのすべての都市は、友情の代わりに不必要で不名誉な戦争を引き起こしたのであるから、あらゆる悲惨な報いを受けるのが当然である。
ἡμεῖς δὲ πολλῶν ἕνεκεν ἐγνώκαμεν μετρίᾳ χρήσασθαι γνώμῃ πρὸς αὐτοὺς θεῶν τε νέμεσιν ὑφορώμενοι τὴν ἅπασι τοῖς ὑπερόγκοις ἐνισταμένην καὶ ἀνθρώπων φθόνον δεδιότες ἔλεόν τε κοινῶν κακῶν οὐ μικρὸν ἔρανον εἶναι νομίζοντες, ὡς κἂν αὐτοί ποτε τοῦ παρʼ ἑτέρων δεηθέντες, ὑμῖν τε οὐ μεμπταῖς ὑπαρχούσαις μέχρι τοῦδε περὶ τοὺς ἑαυτῶν ἄνδρας οὐ μικρὰν οἰόμενοι ταύτην ἔσεσθαι τιμὴν καὶ χάριν.
しかし私たちは、多くの理由から、彼らに対して寛大な処置を用いることを決意した。 それは、すべて過度なものに立ちふさがる神々の天罰を警戒し、人間の嫉妬を恐れ、また共通の災いに対する同情は、将来私たち自身がいつか他者のそれを必要とするかもしれないと考えて、小さくない互助であると見なしているからであり、また、これまで夫たちに対して非の打ちどころのなかったあなたがたにとって、これが小さくない名誉と好意になると考えたからである。
§2.35.4παρίεμεν οὖν αὐτοῖς τὴν ἁμαρτάδα ταύτην ἀζήμιον καὶ οὔτε ἐλευθερίαν οὔτε κτῆσιν οὔτʼ ἄλλο τῶν ἀγαθῶν οὐδὲν τοὺς πολίτας ὑμῶν ἀφαιρούμεθα.
それゆえ、私たちは彼らのこの過ちを罰せず免除し、あなたがたの市民から自由も財産も、その他いかなる善いものをも奪うことはしない。
ἐφίεμεν δὲ τοῖς τε μένειν γλιχομένοις ἐκεῖ καὶ τοῖς μετενέγκασθαι βουλομένοις τὰς οἰκήσεις ἀκίνδυνόν τε καὶ ἀμεταμέλητον τὴν αἵρεσιν.
そして、そこに留まることを強く望む者たちにも、また住居を移転することを望む者たちにも、安全で後悔のない選択を許す。
τοῦ δὲ μηδὲν ἔτι αὐτοὺς ἐπεξαμαρτεῖν μηδʼ εὑρεθῆναί τι χρῆμα, ὃ ποιήσει τὰς πόλεις διαλύσασθαι τὴν πρὸς ἡμᾶς φιλίαν, φάρμακον ἡγούμεθα κράτιστον εἶναι πρὸς εὐδοξίαν τε καὶ πρὸς ἀσφάλειαν τὸ αὐτὸ χρήσιμον ἀμφοτέροις, εἰ ποιήσαιμεν ἀποικίας τῆς Ῥώμης τὰς πόλεις καὶ συνοίκους αὐταῖς πέμψαιμεν αὐτόθεν τοὺς ἱκανούς.
そして、彼らがこれ以上過ちを犯さず、我々との友好関係を解消させるような事態がいささかも生じないようにするための最も優れた解決策、すなわち名声のためにも、また安全のためにも、双方にとって等しく有益なものは、私たちがそれらの都市をローマの植民都市とし、十分な数の入植者をこちらからそこに送ることであると私たちは考えている。
ἄπιτε οὖν ἀγαθὴν ἔχουσαι διάνοιαν καὶ διπλασίως ἢ πρότερον ἀσπάζεσθε καὶ τιμᾶτε τοὺς ἄνδρας, ὑφʼ ὧν γονεῖς τε ὑμῶν ἐσώθησαν καὶ ἀδελφοὶ καὶ πατρίδες ἐλεύθεραι ἀφίενται.
したがって、あなたがたは穏やかな気持ちで立ち去り、あなたがたの親や兄弟が救われ、祖国が自由のまま残されることになった相手である、夫たちを以前の二倍も愛し、尊びなさい。
§2.35.5αἱ μὲν δὴ γυναῖκες ὡς ταῦτʼ ἤκουσαν περιχαρεῖς γενόμεναι καὶ πολλὰ δάκρυα ὑφʼ ἡδονῆς ἀφεῖσαι μετέστησαν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Ῥωμύλος τριακοσίους μὲν ἄνδρας εἰς ἑκατέραν ἀποίκους ἀπέστειλεν, οἷς ἔδοσαν αἱ πόλεις τρίτην κατακληρουχῆσαι μοῖραν τῆς ἑαυτῶν γῆς.
」女性たちはこれを聞くと、歓喜に満ち、喜びから多くの涙を流して広場から去っていった。 一方、ロムルスはそれぞれの都市に300人の入植者を派遣し、それらの都市は彼らに自分たちの土地の三分の一を分配した。
§2.35.6Καινινιτῶν δὲ καὶ Ἀντεμνατῶν τοὺς βουλομένους μεταθέσθαι τὴν οἴκησιν εἰς Ῥώμην γυναιξὶν ἅμα καὶ τέκνοις μετήγαγον κλήρους τε τοὺς ἑοὺς ἑαυτῶν ἔχοντας καὶ χρήματα φερομένους ὅσα ἐκέκτηντο, οὓς εὐθὺς εἰς φυλὰς καὶ φράτρας ὁ βασιλεὺς κατέγραψε, τρισχιλίων οὐκ ἐλάττους ὄντας,
カイニナの人々とアンテムナエの人々のうち、ローマへ住居を移すことを望む者たちを、妻や子供たちとともに移住させた。 彼らは自分たちの土地を保持し続け、所有していた財産をすべて携えており、その数は3000人を下回らなかった。 王は彼らを直ちに部族とクーリアに登録した。
§2.35.7ὥστε τοὺς σύμπαντας ἑξακισχιλίους πεζοὺς Ῥωμαίοις τότε πρῶτον ἐκ καταλόγου γενέσθαι.
その結果、ローマ人の歩兵の総数は、そのとき初めて登録簿において6000人となった。
Καινίνη μὲν δὴ καὶ Ἄντεμνα πόλεις οὐκ ἄσημοι γένος ἔχουσαι τὸ Ἑλληνικόν, Ἀβοριγῖνες γὰρ αὐτὰς ἀφελόμενοι τοὺς Σικελοὺς κατέσχον, Οἰνώτρων μοῖρα τῶν ἐξ Ἀρκαδίας ἀφικομένων, ὡς εἴρηταί μοι πρότερον, μετὰ τόνδε τὸν πόλεμον ἀποικίαι Ῥωμαίων γεγένηντο.
カイニナとアンテムナエは、ギリシアの血統を持つ、決して無名ではない都市であり(というのも、アボリギネスがシケロイ人からこれらを奪って領有したからであり、彼らはかつて私が述べたように、アルカディアからやって来たオイノトリア人の一派であった)、この戦争ののちにローマの植民都市となったのである。