§2.34.1τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας καὶ παῖδας εἰς ὁμηρείαν, οὓς ἐβούλετο, λαβὼν ἐπὶ τοὺς Ἀντεμνάτας ἐχώρει.
このようにして都市が占領されると、占領された者たちに武具を引き渡すように命じ、人質として自分が望む子供たちを受け取った後、ロムルスはアンテムナエの人々に対して進軍した。
γενόμενος δὲ καὶ τῆς ἐκείνων δυνάμεως ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομὰς τῇ παρʼ ἐλπίδας ἐφόδῳ καθάπερ καὶ τῆς προτέρας ἐγκρατὴς καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν, ἄγων σκῦλά τε ἀπὸ τῶν πεπτωκότων κατὰ τὴν μάχην καὶ ἀκροθίνια λαφύρων θεοῖς, καὶ
そして、彼らの軍勢が未だ略奪のために散らばっていたときに、不意の急襲によって、先の都市と同様に彼らの都市をも支配下におき、占領された人々に対して同じ条件を課した上で、戦闘で倒れた者たちからの戦利品や、神々への略奪品の初物を携えて、自軍を本国へと連れ帰った。
§2.34.2πολλὰς ἅμα τούτοις θυσίας ἐποιήσατο.
そして、これらとともに多くの犠牲祭を執り行った。
τελευταῖος δὲ τῆς πομπῆς αὐτὸς ἐπορεύετο ἐσθῆτα μὲν ἠμφιεσμένος ἁλουργῆ, δάφνῃ δὲ κατεστεμμένος τὰς κόμας καὶ ἵνα τὸ βασίλειον ἀξίωμα σώζῃ τεθρίππῳ παρεμβεβηκώς.
行列の最後には彼自身が進んだが、紫色の衣を身にまとし、髪を月桂樹で飾り、そして王としての威厳を保つために四頭立ての戦車に乗っていた。
ἡ δʼ ἄλλη δύναμις αὐτῷ παρηκολούθει πεζῶν τε καὶ ἱππέων κεκοσμημένη κατὰ τέλη θεούς τε ὑμνοῦσα πατρίοις ᾠδαῖς καὶ τὸν ἡγεμόνα κυδαίνουσα ποιήμασιν αὐτοσχεδίοις.
他の軍勢は、部隊ごとに整列した歩兵と騎兵からなり、祖伝の歌で神々を賛美し、即興の詩で指導者を称えながら、彼に付き従った。
οἱ δʼ ἐκ τῆς πόλεως ὑπήντων αὐτοῖς ἅμα γυναιξί τε καὶ τέκνοις παρʼ ἄμφω τὰ μέρη τῆς ὁδοῦ τῇ τε νίκῃ συνηδόμενοι καὶ τὴν ἄλλην ἅπασαν ἐνδεικνύμενοι φιλοφροσύνην.
都市の人々は、妻や子供たちを伴って道路の両側で彼らを出迎え、勝利をともに祝福し、その他あらゆる親愛の情を示した。
ὡς δὲ παρῆλθεν ἡ δύναμις εἰς τὴν πόλιν κρατῆρσί τε ἐπετύγχανεν οϊνῳ κεκραμένοις καὶ τραπέζαις τροφῆς παντοίας γεμούσαις, αἳ παρὰ τὰς ἐπιφανεστάτας τῶν οἰκιῶν ἔκειντο, ἵνα ἐμφορεῖσθαι τοῖς βουλομένοις ᾖ.
軍勢が都市に入ると、そこにはワインが混ぜ合わされた大杯や、あらゆる食物が盛られたテーブルが、最も著名な家々の前に置かれており、望む者が誰でも飲み食いできるようになっていた。
§2.34.3ἡ μὲν οὖν ἐπινίκιός τε καὶ τροπαιοφόρος πομπὴ καὶ θυσία, ἣν καλοῦσι Ῥωμαῖοι θρίαμβον, ὑπὸ Ῥωμύλου πρώτου κατασταθεῖσα τοιαύτη τις ἦν·
このようにして、勝利と戦利品をもたらす行列と犠牲祭、すなわちローマ人が「トゥリウムプス(凱旋式)」と呼ぶものは、ロムルスによって最初に制定されたときにはこのようなものであった。
ἐν δὲ τῷ καθʼ ἡμᾶς βίῳ πολυτελὴς γέγονε καὶ ἀλαζὼν εἰς πλούτου μᾶλλον ἐπίδειξιν ἢ δόκησιν ἀρετῆς ἐπιτραγῳδουμένη καὶ καθʼ §2.34.4ἅπασαν ἰδέαν ἐκβέβηκε τὴν ἀρχαίαν εὐτέλειαν.
しかし、我々の現代の生活においては、それは贅沢で傲慢なものとなり、徳の証明というよりはむしろ富の誇示のために過度に飾り立てられ、あらゆる面において古代の質素さから逸脱してしまっている。
μετὰ δὲ τὴν πομπήν τε καὶ θυσίαν νεὼν κατασκευάσας ὁ Ῥωμύλος ἐπὶ τῆς κορυφῆς τοῦ Καπιτωλίου Διός, ὃν ἐπικαλοῦσι Ῥωμαῖοι φερέτριον, οὐ μέγαν·
行列と犠牲祭ののち、ロムルスはカピトリウムの丘の頂上に、ローマ人が「フェレトリウス」と呼ぶユピテルの、大きくはない神殿を建設した。
ἔτι γὰρ αὐτοῦ σώζεται τὸ ἀρχαῖον ἴχνος ἐλάττονας ἢ πέντε ποδῶν καὶ δέκα τὰς μείζους πλευρὰς ἔχον·
というのも、その古代の遺構は今も残っており、長い方の辺が15フィート未満の広さしか持たないからである。
ἐν τούτῳ καθιέρωσε τὰ σκῦλα τοῦ Καινινιτῶν βασιλέως, ὃν αὐτοχειρίᾳ κατειργάσατο.
この神殿の中に、彼は自らの手で討ち取ったカイニナの王の戦利品を奉納した。
τὸν δὲ Δία τὸν φερέτριον, ᾧ τὰ ὅπλα ὁ Ῥωμύλος ἀνέθηκεν, εἴτε βούλεταί τις τροπαιοῦχον εἴτε σκυλοφόρον καλεῖν ὡς ἀξιοῦσί τινες εἴθʼ, ὅτι πάντων ὑπερέχει καὶ πᾶσαν ἐν κύκλῳ περιείληφε τὴν τῶν ὄντων φύσιν τε καὶ κίνησιν, ὑπερφερέτην οὐχ ἁμαρτήσεται τῆς ἀληθείας.
ロムルスが武具を捧げたフェレトリウス・ユピテルについて、ある者が「トロパエウコス(戦勝記念碑の保持者)」、あるいは一部の人々が主張するように「スクロポロス(戦利品を運ぶ者)」と呼びたいにせよ、あるいは、すべてのものを超越して存在するすべての本性と運動を円環状に内包していることから「ウペルペレテース(至高者)」と呼びたいにせよ、いずれにしても真実から外れることはないだろう。