Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.35.1-2.35.7

战败城市的殖民化与新公民的接纳

第 126 段,共 962 段 · 希腊语

内容简介

罗穆路斯决定宽大处理被征服的凯尼纳和安特姆纳埃,将其设为罗马殖民地。他允许有愿望的居民迁入罗马,从而吸收了大量新公民,显著扩充了罗马步兵的力量。

§2.35.1ὡς δʼ ἀπέδωκε τοῖς θεοῖς ὁ βασιλεὺς τὰς χαριστηρίους θυσίας τε καὶ ἀπαρχάς, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν ἐποιεῖτο περὶ τῶν κρατηθεισῶν πόλεων, ὅντινα χρηστέον αὐταῖς τρόπον, αὐτὸς ἣν ὑπελάμβανε κρατίστην εἶναι γνώμην, πρῶτος ἀποδειξάμενος.
国王在向神明献上感恩祭祀和首收之物后,在办理其他事务之前,便召集会议讨论如何处置被征服的城市,并由他自己首先提出了他认为最好的意见。
§2.35.2ὡς δὲ πᾶσι τοῖς ἐν τῷ συνεδρίῳ παροῦσιν ἥ τε ἀσφάλεια τῶν βουλευμάτων τοῦ ἡγεμόνος ἤρεσκε καὶ ἡ λαμπρότης τά τε ἄλλα ὅσα ἐξ αὐτῶν γενήσεται τῇ πόλει χρήσιμα οὐκ ἐν τῷ παραχρῆμα μόνον ἀλλὰ καὶ εἰς ἅπαντα τὸν ἄλλον χρόνον ἐπῃνεῖτο, συνελθεῖν κελεύσας τὰς γυναῖκας ὅσαι τοῦ τε Ἀντεμνατῶν καὶ τοῦ Καινινιτῶν ἐτύγχανον οὖσαι γένους, ἡρπασμέναι δὲ ἅμα ταῖς ἄλλαις, ἐπεὶ δὲ συνῆλθον ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι καὶ τὰς τῶν πατρίδων ἀνακλαίουσαι τύχας, ἐπισχεῖν τῶν ὀδυρμῶν καὶ σιωπῆσαι κελεύσας ἔλεξε·
当会议中在场的所有人都对首领计划的安全性和光辉感到满意,并且赞赏这些计划不仅在当前而且在未来所有时间都将给城市带来的其他一切益处时,他下令召集那些属于安特姆纳埃人和凯尼纳人种族、且与其他女子一同被掠夺的妇女。
§2.35.3τοῖς μὲν ὑμετέροις πατράσι καὶ ἀδελφοῖς καὶ ὅλαις ταῖς πόλεσιν ὑμῶν ἅπαντα τὰ δεινὰ ὀφείλεται παθεῖν, ὅτι πόλεμον ἀντὶ φιλίας οὔτε ἀναγκαῖον οὔτε καλὸν ἀνείλοντο·
当她们聚拢过来,悲叹着、跪拜着并哀悼着自己祖国的命运时,他命令她们停止哭泣,保持安静,并说道: “对于你们的父亲、兄弟以及你们所有的城市而言,遭受一切苦难都是咎由自取,因为他们选择了一场既无必要也不光彩的战争,而非友谊。
ἡμεῖς δὲ πολλῶν ἕνεκεν ἐγνώκαμεν μετρίᾳ χρήσασθαι γνώμῃ πρὸς αὐτοὺς θεῶν τε νέμεσιν ὑφορώμενοι τὴν ἅπασι τοῖς ὑπερόγκοις ἐνισταμένην καὶ ἀνθρώπων φθόνον δεδιότες ἔλεόν τε κοινῶν κακῶν οὐ μικρὸν ἔρανον εἶναι νομίζοντες, ὡς κἂν αὐτοί ποτε τοῦ παρʼ ἑτέρων δεηθέντες, ὑμῖν τε οὐ μεμπταῖς ὑπαρχούσαις μέχρι τοῦδε περὶ τοὺς ἑαυτῶν ἄνδρας οὐ μικρὰν οἰόμενοι ταύτην ἔσεσθαι τιμὴν καὶ χάριν.
但我们因许多原因,决定对他们采取温和的态度,这既因为我们警惕那阻碍一切骄横者的神之惩罚,也因为我们敬畏人们的嫉妒,并认为对共同不幸的同情是一笔不小的互助,因为我们自己也许有一天也会需要他人的同情;同时,我们也认为这对于至今对丈夫无可指责的你们来说,将是一份不小的荣誉和恩惠。
§2.35.4παρίεμεν οὖν αὐτοῖς τὴν ἁμαρτάδα ταύτην ἀζήμιον καὶ οὔτε ἐλευθερίαν οὔτε κτῆσιν οὔτʼ ἄλλο τῶν ἀγαθῶν οὐδὲν τοὺς πολίτας ὑμῶν ἀφαιρούμεθα.
因此,我们免于对他们这一过错的惩罚,既不剥夺你们公民的自由,也不剥夺其财产或任何其他福祉。
ἐφίεμεν δὲ τοῖς τε μένειν γλιχομένοις ἐκεῖ καὶ τοῖς μετενέγκασθαι βουλομένοις τὰς οἰκήσεις ἀκίνδυνόν τε καὶ ἀμεταμέλητον τὴν αἵρεσιν.
我们允许那些渴望留在当地的人和那些希望搬迁住所的人做出安全且无悔的选择。
τοῦ δὲ μηδὲν ἔτι αὐτοὺς ἐπεξαμαρτεῖν μηδʼ εὑρεθῆναί τι χρῆμα, ὃ ποιήσει τὰς πόλεις διαλύσασθαι τὴν πρὸς ἡμᾶς φιλίαν, φάρμακον ἡγούμεθα κράτιστον εἶναι πρὸς εὐδοξίαν τε καὶ πρὸς ἀσφάλειαν τὸ αὐτὸ χρήσιμον ἀμφοτέροις, εἰ ποιήσαιμεν ἀποικίας τῆς Ῥώμης τὰς πόλεις καὶ συνοίκους αὐταῖς πέμψαιμεν αὐτόθεν τοὺς ἱκανούς.
而为了使他们不再犯错,也不至于出现任何导致这些城市解除与我们友谊的事端,我们认为最好的药方——且对双方的名誉和安全同样有益——就是将这些城市设为罗马的殖民地,并从这里派遣足够数量的同住者去那里。
ἄπιτε οὖν ἀγαθὴν ἔχουσαι διάνοιαν καὶ διπλασίως ἢ πρότερον ἀσπάζεσθε καὶ τιμᾶτε τοὺς ἄνδρας, ὑφʼ ὧν γονεῖς τε ὑμῶν ἐσώθησαν καὶ ἀδελφοὶ καὶ πατρίδες ἐλεύθεραι ἀφίενται.
因此,你们怀着愉快的心情回去吧,要比以前加倍爱戴和尊重你们的丈夫,正是因为他们,你们的父母才得以保全,你们的兄弟和祖国才得以获得自由。
§2.35.5αἱ μὲν δὴ γυναῖκες ὡς ταῦτʼ ἤκουσαν περιχαρεῖς γενόμεναι καὶ πολλὰ δάκρυα ὑφʼ ἡδονῆς ἀφεῖσαι μετέστησαν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Ῥωμύλος τριακοσίους μὲν ἄνδρας εἰς ἑκατέραν ἀποίκους ἀπέστειλεν, οἷς ἔδοσαν αἱ πόλεις τρίτην κατακληρουχῆσαι μοῖραν τῆς ἑαυτῶν γῆς.
” 妇女们听了这话,皆大欢喜,流下许多喜悦的泪水,离开了广场。 罗穆路斯随后向两座城市各派遣了三百名殖民者,城市分给他们自己土地的三分之一作为份地。
§2.35.6Καινινιτῶν δὲ καὶ Ἀντεμνατῶν τοὺς βουλομένους μεταθέσθαι τὴν οἴκησιν εἰς Ῥώμην γυναιξὶν ἅμα καὶ τέκνοις μετήγαγον κλήρους τε τοὺς ἑοὺς ἑαυτῶν ἔχοντας καὶ χρήματα φερομένους ὅσα ἐκέκτηντο, οὓς εὐθὺς εἰς φυλὰς καὶ φράτρας ὁ βασιλεὺς κατέγραψε, τρισχιλίων οὐκ ἐλάττους ὄντας, §2.35.7ὥστε τοὺς σύμπαντας ἑξακισχιλίους πεζοὺς Ῥωμαίοις τότε πρῶτον ἐκ καταλόγου γενέσθαι.
至于凯尼纳人和安特姆纳埃人中愿意将住所迁往罗马的人,他们带着妻子和儿女一起迁来,保留着他们自己的土地,并带走他们所拥有的一切财产。 国王立即将他们登记加入部落和库里亚,其人数不少于三千人,使得罗马步兵的总数在那时首次通过登记达到六千人。
Καινίνη μὲν δὴ καὶ Ἄντεμνα πόλεις οὐκ ἄσημοι γένος ἔχουσαι τὸ Ἑλληνικόν, Ἀβοριγῖνες γὰρ αὐτὰς ἀφελόμενοι τοὺς Σικελοὺς κατέσχον, Οἰνώτρων μοῖρα τῶν ἐξ Ἀρκαδίας ἀφικομένων, ὡς εἴρηταί μοι πρότερον, μετὰ τόνδε τὸν πόλεμον ἀποικίαι Ῥωμαίων γεγένηντο.
凯尼纳和安特姆纳埃这两座并非默默无闻的城市,具有希腊血统——因为阿博里吉内斯人从西西里人手中夺取并占领了它们,他们是来自阿卡迪亚的奥诺特利亚人的一支,正如我之前所说——在这场战争之后成为了罗马人的殖民地。

词汇与语法注释

  1. 2.35.1ἣν ὑπελάμβανε κρατίστην εἶναι γνώμην — 先行词 γνώμην(意见)被并入关系从句 ἣν... 中,正常结构应为 τὴν γνώμην ἣν...。这种倒装结构强调了罗穆路斯本人是第一个提出自己意见的人。
  2. 2.35.3ὡς κἂν αὐτοί ποτε τοῦ παρʼ ἑτέρων δεηθέντες — 连词 ὡς 与 ἄν(在 κἄν 中)结合过去被动分词 δεηθέντες,表达了一种潜在或假设的情况(“考虑到自己有朝一日或许也会需要他人的同情”)。
  3. 2.35.4τοῦ δὲ μηδὲν ἔτι αὐτοὺς ἐπεξαμαρτεῖν — 冠词性不定式属格 τοῦ ... ἐπεξαμαρτεῖν 修饰名词 φάρμακον(药方、对策),表示目的或防止,即为了防止他们再次犯错而采取的手段。
  4. 2.35.6κλήρους τε τοὺς ἑοὺς ἑαυτῶν ἔχοντας — 物主形容词 ἑοὺς 与反身代词属格 ἑαυτῶν 结合,起强调作用,表明迁往罗马的人保留了“他们自己”原有的土地所有权。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.35.1-2.35.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.35.1-2.35.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。