§2.34.1τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας καὶ παῖδας εἰς ὁμηρείαν, οὓς ἐβούλετο, λαβὼν ἐπὶ τοὺς Ἀντεμνάτας ἐχώρει.
城市以此种方式被占领后,罗穆路斯命令被征服者交出武器,并带走他所挑选的儿童作为人质,随后向安特姆纳埃人进军。
γενόμενος δὲ καὶ τῆς ἐκείνων δυνάμεως ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομὰς τῇ παρʼ ἐλπίδας ἐφόδῳ καθάπερ καὶ τῆς προτέρας ἐγκρατὴς καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν, ἄγων σκῦλά τε ἀπὸ τῶν πεπτωκότων κατὰ τὴν μάχην καὶ ἀκροθίνια λαφύρων θεοῖς, καὶ §2.34.2πολλὰς ἅμα τούτοις θυσίας ἐποιήσατο.
由于这支军队当时也正为了劫掠而分散各处,他通过出其不意的袭击,如同先前夺取第一座城市一样,也控制了他们的城市。 在对被征服者作了同样的处置后,他率军班师回朝,带回了在战斗中阵亡者的战利品以及献给神明的最上等战利品;并且与这些一同举行了许多祭祀。
τελευταῖος δὲ τῆς πομπῆς αὐτὸς ἐπορεύετο ἐσθῆτα μὲν ἠμφιεσμένος ἁλουργῆ, δάφνῃ δὲ κατεστεμμένος τὰς κόμας καὶ ἵνα τὸ βασίλειον ἀξίωμα σώζῃ τεθρίππῳ παρεμβεβηκώς.
他本人走在游行队伍的最后,身着紫衣,头戴月桂冠,并且为了维护王室的尊严,乘坐着四马战车。
ἡ δʼ ἄλλη δύναμις αὐτῷ παρηκολούθει πεζῶν τε καὶ ἱππέων κεκοσμημένη κατὰ τέλη θεούς τε ὑμνοῦσα πατρίοις ᾠδαῖς καὶ τὸν ἡγεμόνα κυδαίνουσα ποιήμασιν αὐτοσχεδίοις.
其余的军队,包括步兵和骑兵,按编制排列,跟随其后,用祖传的歌谣赞美神明,用即兴的诗歌颂扬领袖。
οἱ δʼ ἐκ τῆς πόλεως ὑπήντων αὐτοῖς ἅμα γυναιξί τε καὶ τέκνοις παρʼ ἄμφω τὰ μέρη τῆς ὁδοῦ τῇ τε νίκῃ συνηδόμενοι καὶ τὴν ἄλλην ἅπασαν ἐνδεικνύμενοι φιλοφροσύνην.
城里的居民带着妻子和儿女,在道路两旁迎接他们,共同祝贺胜利,并展现出其他一切友好的情谊。
ὡς δὲ παρῆλθεν ἡ δύναμις εἰς τὴν πόλιν κρατῆρσί τε ἐπετύγχανεν οϊνῳ κεκραμένοις καὶ τραπέζαις τροφῆς παντοίας γεμούσαις, αἳ παρὰ τὰς ἐπιφανεστάτας τῶν οἰκιῶν ἔκειντο, ἵνα ἐμφορεῖσθαι τοῖς βουλομένοις ᾖ.
当军队进入城市时,他们看到在那些最显赫的房屋前摆放着调好酒的大杯和盛满各式食物的桌子,以便任何想吃喝的人都可以随意享用。
§2.34.3ἡ μὲν οὖν ἐπινίκιός τε καὶ τροπαιοφόρος πομπὴ καὶ θυσία, ἣν καλοῦσι Ῥωμαῖοι θρίαμβον, ὑπὸ Ῥωμύλου πρώτου κατασταθεῖσα τοιαύτη τις ἦν·
因此,由罗穆路斯最先创立的这种庆祝胜利、携带战利品的游行和祭祀(罗马人称之为“凯旋式”),起初就是这样的。
ἐν δὲ τῷ καθʼ ἡμᾶς βίῳ πολυτελὴς γέγονε καὶ ἀλαζὼν εἰς πλούτου μᾶλλον ἐπίδειξιν ἢ δόκησιν ἀρετῆς ἐπιτραγῳδουμένη καὶ καθʼ
然而在我们的现代生活中,它已变得奢侈和虚荣,更多地被用来夸耀财富,而不是象征美德,并且在每一个方面都背离了古代的朴素。
§2.34.4ἅπασαν ἰδέαν ἐκβέβηκε τὴν ἀρχαίαν εὐτέλειαν. μετὰ δὲ τὴν πομπήν τε καὶ θυσίαν νεὼν κατασκευάσας ὁ Ῥωμύλος ἐπὶ τῆς κορυφῆς τοῦ Καπιτωλίου Διός, ὃν ἐπικαλοῦσι Ῥωμαῖοι φερέτριον, οὐ μέγαν· ἔτι γὰρ αὐτοῦ σώζεται τὸ ἀρχαῖον ἴχνος ἐλάττονας ἢ πέντε ποδῶν καὶ δέκα τὰς μείζους πλευρὰς ἔχον·
在游行和祭祀之后,罗穆路斯在卡皮托林山的顶峰上为罗马人称为“费雷特里乌斯”的朱庇特建造了一座神庙,神庙并不大,因为它的古代遗迹至今仍在,其较长的一侧不足十五英尺。
ἐν τούτῳ καθιέρωσε τὰ σκῦλα τοῦ Καινινιτῶν βασιλέως, ὃν αὐτοχειρίᾳ κατειργάσατο.
在这座神庙里,他奉献了亲手击杀的凯尼纳人国王的战利品。
τὸν δὲ Δία τὸν φερέτριον, ᾧ τὰ ὅπλα ὁ Ῥωμύλος ἀνέθηκεν, εἴτε βούλεταί τις τροπαιοῦχον εἴτε σκυλοφόρον καλεῖν ὡς ἀξιοῦσί τινες εἴθʼ, ὅτι πάντων ὑπερέχει καὶ πᾶσαν ἐν κύκλῳ περιείληφε τὴν τῶν ὄντων φύσιν τε καὶ κίνησιν, ὑπερφερέτην οὐχ ἁμαρτήσεται τῆς ἀληθείας.
至于罗穆路斯奉献武器的费雷特里乌斯·朱庇特,无论有人想称其为“托罗派乌科斯”(凯旋纪念碑的持有者),或如某些人所主张的称为“斯库洛波罗斯”(战利品的携带者),还是因为他超越一切、并在圆环中包容了万物的本性与运动而称其为“乌佩尔佩雷特斯”(至高者),都不会偏离真理。