§2.32.1ὡς δὲ διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὰ περὶ τους γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν ἐλάμβανον, αἱ δʼ ἀφʼ ἧς ἐπράχθη διαθέσεως καὶ εἰς ὃ τέλος ἐχώρησεν ἀναλογιζόμεναι μετρίως αὐτὸ ἔφερον, κατέσκηψε δʼ οὖν ἀνὰ χρόνον εἰς πολέμους τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν·
そして、乙女らの略奪と結婚に関する事柄が近隣の諸都市に知れ渡ると、ある都市は行われた行為そのものを憤りをもって受け止め、他の都市はそれがどのような意図から行われ、どのような結末に至ったかを考慮して、穏やかに受け入れた。 しかしながら、やがて戦争へと突入していった。 他の戦争は容易なものであったが、サビニ人に対する一つの戦争は、巨大かつ困難なものであった。
οἷς ἅπασι τέλος ἐπηκολούθησεν εὐτυχές, ὥσπερ αὐτῷ τὰ μαντεύματα προεθέσπισε πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῶν ἔσεσθαι καλάς.
これらすべての戦争に対して、幸運な結末が続いた。 それはちょうど、彼が事業に着手する前に神託が彼に予言していた通りであり、そこでは多大な労苦と危険が予告されていたものの、それらの結末は輝かしいものになるとされていた。
§2.32.2ἦσαν δὲ αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πρὸς αὐτὸν πολέμου Καινίνη καὶ Ἄντεμνα καὶ Κρουστομέρεια, πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὸ μὴ λαβεῖν ὑπὲρ αὐτῶν δίκας, ὡς δὲ τἀληθὲς εἶχεν ἀχθόμεναι τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης διʼ ὀλίγου πολλῇ γενομένῃ καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κακὸν φυόμενον.
彼に対する戦争を最初に始めた都市は、カイニナ、アンテムナエ、クルストゥメリウムであり、彼女らは乙女らの略奪と、彼女らのために正義を得ていないことを口実としながらも、実のところは、短期間のうちに大きく発展したローマの建国と増大を快く思わず、周辺の住民すべてにふりかかる共通の災いが育ちつつあるのを放置すべきではないと考えていたのである。
§2.32.3τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν ἰσχύν τε μεγίστην ἔχοντας καὶ χρήμασι πλείοσι δυναμένους ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων καὶ οὐκ ἐλάχιστα τῶν ἄλλων περιυβρισμένους·
それゆえしばらくの間、彼女らはサビニ人の部族のもとへ使節を派遣し、彼らが戦争の主導権を握るよう要請していた。 というのも、サビニ人は最も強大な力を持ち、より多くの富を有して強力であり、近隣の者たちを支配するにふさわしいと自負し、また他の誰よりも著しく辱められていたからである。
τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων.
拉致された乙女たちの大部分は、彼らの同胞であったからである。