§2.31.1ταῦτα δὲ γενέσθαι τινὲς μὲν γράφουσι κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς Ῥωμύλου ἀρχῆς, Γναῖος δὲ Γέλλιος κατὰ τὸν τέταρτον· ὃ καὶ μᾶλλον εἰκός.
これらの出来事が起こった年代について、ある人々はロムルスの統治の最初の年であったと書いているが、グナエウス・ゲッリウスは第四年であったとしており、こちらの方がより尤もらしい。
νέον γὰρ οἰκιζομένης πόλεως ἡγεμόνα πρὶν ἢ καταστήσασθαι τὴν πολιτείαν ἔργῳ τηλικούτῳ ἐπιχειρεῖν οὐκ ἔχει λόγον.
というのも、新しく建設されつつある都市の指導者が、国制を整える前にこれほど重大な事業に着手することは理にかなわないからである。
τῆς δὲ ἁρπαγῆς τὴν αἰτίαν οἱ μὲν εἰς σπάνιν γυναικῶν ἀναφέρουσιν, οἱ δʼ εἰς ἀφορμὴν πολέμου, οἱ δὲ τὰ πιθανώτατα γράφοντες, οἷς κἀγὼ συγκατεθέμην, εἰς τὸ συνάψαι φιλότητα πρὸς τὰς πλησιοχώρους πόλεις ἀναγκαίαν.
略奪の理由について、ある人々は女性の不足に帰し、他の人々は戦争の口実に帰しているが、最も説得力のあることを書いている人々、そして私自身も同意する人々は、近隣の諸都市との間に不可欠な友好関係を結ぶことに帰している。
§2.31.2τὴν δὲ τότε ὑπὸ Ῥωμύλου καθιερωθεῖσαν ἑορτὴν ἔτι καὶ εἰς ἐμὲ ἄγοντες Ῥωμαῖοι διετέλουν Κωνσουάλια καλοῦντες, ἐν ᾗ βωμός τε ὑπόγειος ἱδρυμένος παρὰ τῷ μεγίστῳ τῶν ἱπποδρόμων περισκαφείσης τῆς γῆς θυσίαις τε καὶ ὑπερπύροις ἀπαρχαῖς γεραίρεται, καὶ δρόμος ἵππων ζευκτῶν τε καὶ ἀζεύκτων ἐπιτελεῖται.
当時ロムルスによって創設された祝祭を、ローマ人は私の時代に至るまで『コンスアリア』と呼んで執り行い続けている。 この祝祭において、最も大きな競馬場の傍らに設けられた地下の祭壇が、土を掘り起こした上で、犠牲獣や火で焼かれた初物の捧げ物によって崇められ、また、繋がれた馬と繋がれていない馬のレースが執り行われる。
καλεῖται δὲ ὁ θεός, ᾧ ταῦτʼ ἐπιτελοῦσι, Κῶνσος ὑπὸ Ῥωμαίων, ὃν ἐξερμηνεύοντες εἰς τὴν ἡμετέραν γλῶτταν Ποσειδῶνα σεισίχθονά φασιν εἶναί τινες καὶ διὰ τοῦτο ὑπογείῳ τετιμῆσθαι βωμῷ λέγουσιν, ὅτι τὴν γῆν ὁ θεὸς οὗτος ἔχει.
彼らがこれらの儀式を捧げる神は、ローマ人によって『コンスス』と呼ばれており、ある人々はこれを我々の言語に翻訳して『大地を揺るがすポセイドン』であると言い、この神が大地を支配しているがゆえに、地下の祭壇によって崇められているのだと語っている。
§2.31.3ἐγὼ δὲ καὶ ἕτερον οἶδα λόγον ἀκούων, ὡς τῆς μὲν ἑορτῆς τῷ Ποσειδῶνι ἀγομένης καὶ τοῦ δρόμου τῶν ἵππων τούτῳ τῷ θεῷ γινομένου, τοῦ δὲ καταγείου βωμοῦ δαίμονι ἀρρήτῳ τινὶ βουλευμάτων κρυφίων ἡγεμόνι καὶ φύλακι κατασκευασθέντος ὕστερον·
しかし私は、祝祭はポセイドンに捧げて行われ、馬のレースもこの神のために催される一方で、地下の祭壇は、秘密の計画の指導者であり守護者である、ある口にすべからざる神霊のために後から作られたものであるという、別の話を聞き知っている。
Ποσειδῶνι γὰρ ἀφανῆ βωμὸν οὐδαμόθι γῆς οὔθʼ ὑφʼ Ἑλλήνων οὔθʼ ὑπὸ βαρβάρων καθιδρῦσθαι·
なぜなら、ギリシア人によっても異民族によっても、ポセイドンのために姿の見えない祭壇が地上のどこにも設置されたことはないからである。
τὸ δʼ ἀληθὲς ὅπως ἔχει χαλεπὸν εἰπεῖν.
だが、真実がどうであるかを見極めるのは困難である。