§2.31.1ταῦτα δὲ γενέσθαι τινὲς μὲν γράφουσι κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς Ῥωμύλου ἀρχῆς, Γναῖος δὲ Γέλλιος κατὰ τὸν τέταρτον· ὃ καὶ μᾶλλον εἰκός.
关于这些事情发生的年份,有人记载是在罗慕路斯统治的第一年,但格奈乌斯·盖利乌斯则认为是在第四年,这也更为合理。
νέον γὰρ οἰκιζομένης πόλεως ἡγεμόνα πρὶν ἢ καταστήσασθαι τὴν πολιτείαν ἔργῳ τηλικούτῳ ἐπιχειρεῖν οὐκ ἔχει λόγον.
因为一个新建立的城市的统治者,在确立政体之前就着手如此重大的事业,是不合常理的。
τῆς δὲ ἁρπαγῆς τὴν αἰτίαν οἱ μὲν εἰς σπάνιν γυναικῶν ἀναφέρουσιν, οἱ δʼ εἰς ἀφορμὴν πολέμου, οἱ δὲ τὰ πιθανώτατα γράφοντες, οἷς κἀγὼ συγκατεθέμην, εἰς τὸ συνάψαι φιλότητα πρὸς τὰς πλησιοχώρους πόλεις ἀναγκαίαν.
至于掠夺的原因,有人归结为妇女的匮乏,有人归结为战争的借口,而那些写下最可信解释的人——我个人也赞同他们的看法——则归结为与邻近城市缔结必不可少的友好关系的需要。
§2.31.2τὴν δὲ τότε ὑπὸ Ῥωμύλου καθιερωθεῖσαν ἑορτὴν ἔτι καὶ εἰς ἐμὲ ἄγοντες Ῥωμαῖοι διετέλουν Κωνσουάλια καλοῦντες, ἐν ᾗ βωμός τε ὑπόγειος ἱδρυμένος παρὰ τῷ μεγίστῳ τῶν ἱπποδρόμων περισκαφείσης τῆς γῆς θυσίαις τε καὶ ὑπερπύροις ἀπαρχαῖς γεραίρεται, καὶ δρόμος ἵππων ζευκτῶν τε καὶ ἀζεύκτων ἐπιτελεῖται.
而当时由罗慕路斯确立的节日,罗马人直到我的时代仍在举行,并称之为“康苏亚里亚”(Consualia)。 在这一节日中,位于最大赛马场旁的地下祭坛会在掘开土地后,用祭品和火置的初熟之物予以祭奠,并且举行有轭和无轭马匹的赛跑。
καλεῖται δὲ ὁ θεός, ᾧ ταῦτʼ ἐπιτελοῦσι, Κῶνσος ὑπὸ Ῥωμαίων, ὃν ἐξερμηνεύοντες εἰς τὴν ἡμετέραν γλῶτταν Ποσειδῶνα σεισίχθονά φασιν εἶναί τινες καὶ διὰ τοῦτο ὑπογείῳ τετιμῆσθαι βωμῷ λέγουσιν, ὅτι τὴν γῆν ὁ θεὸς οὗτος ἔχει.
他们向其举行这些仪式的神,被罗马人称为“康苏斯”(Consus);有人将其翻译成我们的语言,称其为“震地者波塞冬”,并说他之所以受到地下祭坛的尊崇,是因为这位神明掌管着大地。
§2.31.3ἐγὼ δὲ καὶ ἕτερον οἶδα λόγον ἀκούων, ὡς τῆς μὲν ἑορτῆς τῷ Ποσειδῶνι ἀγομένης καὶ τοῦ δρόμου τῶν ἵππων τούτῳ τῷ θεῷ γινομένου, τοῦ δὲ καταγείου βωμοῦ δαίμονι ἀρρήτῳ τινὶ βουλευμάτων κρυφίων ἡγεμόνι καὶ φύλακι κατασκευασθέντος ὕστερον· Ποσειδῶνι γὰρ ἀφανῆ βωμὸν οὐδαμόθι γῆς οὔθʼ ὑφʼ Ἑλλήνων οὔθʼ ὑπὸ βαρβάρων καθιδρῦσθαι· τὸ δʼ ἀληθὲς ὅπως ἔχει χαλεπὸν εἰπεῖν.
但我还听到过另一种说法,即:虽然节日是为波塞冬举办的,马匹的赛跑也是为这位神明举行的,但地下祭坛则是后来为某位不可言说的神灵——秘密计划的引导者和守护者——而建造的;因为据说无论在希腊人还是外邦人那里,在世界任何地方都没有为波塞冬设立过隐秘的祭坛;但真相究竟如何却很难说。