Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.3.1-2.3.8

罗慕路斯召集民会论政制选择

第 94 段,共 962 段 · 希腊语

内容简介

在罗马的建设工程竣工后,罗慕路斯召集集会,指出真正带来城市繁荣的并非坚固城墙等物理设施,而是优秀国制的建立。他提出了君主制、贵族制和民主制三种选择,敦促公民们做出自主决定。

§2.3.1ἐπεὶ οὖν ἥ τε τάφρος αὐτοῖς ἐξείργαστο καὶ τὸ ἔρυμα τέλος εἶχεν αἵ τε οἰκήσεις τὰς ἀναγκαίους κατασκευὰς ἀπειλήφεσαν, ἀπῄτει δʼ ὁ καιρὸς καὶ περὶ κόσμου πολιτείας ᾧ χρήσονται σκοπεῖν, ἀγορὰν ποιησάμενος αὐτῶν ὁ Ῥωμύλος ὑποθεμένου τοῦ μητροπάτορος καὶ διδάξαντος ἃ χρὴ λέγειν, τὴν μὲν πόλιν ἔφη ταῖς τε δημοσίαις καὶ ταῖς ἰδίαις κατασκευαῖς ὡς νεόκτιστον ἀποχρώντως κεκοσμῆσθαι· ἠξίου δʼ ἐνθυμεῖσθαι πάντας ὡς οὐ ταῦτʼ ἐστι τὰ πλείστου ἄξια ἐν ταῖς πόλεσιν.
因此,当他们的壕沟已经挖好,防壁也已竣工,住宅也已获得了必要的设施,且时机要求他们考虑关于他们将要采用的国制秩序时,罗慕路斯在他的外祖父建议并传授了他应当说的话之后,召集了他们的集会,并说这座城市作为一座新建立的城市,公共和私人的设施已经装饰得十分足够;但他要求所有人记住,这些并不是城市中最有价值的东西。
§2.3.2οὔτε γὰρ ἐν τοῖς ὀθνείοις πολέμοις τὰς βαθείας τάφρους καὶ τὰ ὑψηλὰ ἐρύματα ἱκανὰ εἶναι τοῖς ἔνδον ἀπράγμονα σωτηρίας ὑπόληψιν παρασχεῖν, ἀλλʼ ἕν τι μόνον ἐγγυᾶσθαι τὸ μηθὲν ἐξ ἐπιδρομῆς κακὸν ὑπʼ ἐχθρῶν παθεῖν προκαταληφθέντας, οὔθʼ ὅταν ἐμφύλιοι ταραχαὶ τὸ κοινὸν κατάσχωσι, τῶν ἰδίων οἴκων καὶ ἐνδιαιτημάτων τὰς καταφυγὰς ὑπάρχειν τινὶ ἀκινδύνους.
因为在对外战争中,深邃的壕沟和高耸的防壁并不能给里面的人提供无忧安全感的保障,而只能确保一件事,即他们不会因遭到突袭而受到敌人的伤害;而当内乱席卷国家时,私人房屋和住所的避难所对任何人来说也并非是没有危险的。
§2.3.3σχολῆς γὰρ ἀνθρώποις ταῦτα καὶ ῥᾳστώνης βίων εὑρῆσθαι παραμύθια, μεθʼ ὧν οὔτε τὸ ἐπιβουλεῦον τῶν πέλας κωλύεσθαι μὴ οὐ πονηρὸν εἶναι οὔτʼ ἐν τῷ ἀκινδύνῳ βεβηκέναι θαρρεῖν τὸ ἐπιβουλευόμενον, πόλιν τε οὐδεμίαν πω τούτοις ἐκλαμπρυνθεῖσαν ἐπὶ μήκιστον εὐδαίμονα γενέσθαι καὶ μεγάλην, οὐδʼ αὖ παρὰ τὸ μὴ τυχεῖν τινὰ κατασκευῆς ἰδίας τε καὶ δημοσίας πολυτελοῦς κεκωλῦσθαι μεγάλην γενέσθαι καὶ εὐδαίμονα· ἀλλʼ ἕτερα εἶναι τὰ σώζοντα καὶ ποιοῦντα μεγάλας ἐκ μικρῶν τὰς πόλεις·
因为这些是作为人们闲暇和生活安逸的慰藉而被发明出来的,有了这些,既不能阻止企图危害邻人的人变得邪恶,也不能让被企图危害的人确信自己正行走在安全之中;而且至今还没有哪座城市因这些而显得辉煌便能长期保持幸福和强大,反之,也没有哪座城市因未能获得奢华的私人和公共设施而被阻止变得强大和幸福;相反,是其他的东西保卫着城市,并使它们由小变大。
§2.3.4ἐν μὲν τοῖς ὀθνείοις πολέμοις τὸ διὰ τῶν ὅπλων κράτος, τοῦτο δὲ τόλμῃ παραγίνεσθαι καὶ μελέτῃ, ἐν δὲ ταῖς ἐμφυλίοις ταραχαῖς τὴν τῶν πολιτευομένων ὁμοφροσύνην, ταύτην δὲ τὸν σώφρονα καὶ δίκαιον ἑκάστου βίον ἀπέφηνεν ἱκανώτατον ὄντα τῷ κοινῷ παρασχεῖν.
在对外战争中,是武器的力量,而这力量是通过勇气和训练获得的;在内乱中,是公民的和睦,而他表明,每个人的节制和正直的生活是最能为国家提供这一点的。
§2.3.5τοὺς δὴ τὰ πολέμιά τε ἀσκοῦντας καὶ τῶν ἐπιθυμιῶν κρατοῦντας ἄριστα κοσμεῖν τὰς ἑαυτῶν πατρίδας τείχη τε ἀνάλωτα τῷ κοινῷ καὶ καταγωγὰς τοῖς ἑαυτῶν βίοις ἀσφαλεῖς τούτους εἶναι τοὺς παρασκευαζομένους· μαχητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αὐτὸ καταστησαμένοις, μαλθακούς τε αὖ καὶ πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τὰ πονηρὰ §2.3.6ἐπιτηδεύματα ἐπιτελεῖν.
因此,那些操练军事、控制欲望的人,最好地装饰了自己的祖国,而这些人正是为国家准备了牢不可破的城墙、为自己的生活准备了安全住所的人;而国制的形态,为那些明智地建立起它的人,培养出英勇、正直以及践行其他德行的人,反之,则使那些软弱、贪婪以及可耻欲望的奴隶去实行邪恶的习惯。
ἔφη τε παρὰ τῶν πρεσβυτέρων καὶ διὰ πολλῆς ἱστορίας ἐληλυθότων ἀκούειν, ὅτι πολλαὶ μὲν ἀποικίαι μεγάλαι καὶ εἰς εὐδαίμονας ἀφικόμεναι τόπους, αἱ μὲν αὐτίκα διεφθάρησαν εἰς στάσεις ἐμπεσοῦσαι, αἱ δʼ ὀλίγον ἀντισχοῦσαι χρόνον ὑπήκοοι τοῖς πλησιοχώροις ἠναγκάσθησαν γενέσθαι καὶ ἀντὶ κρείττονος χώρας, ἣν κατέσχον, τὴν χείρονα τύχην διαλλάξασθαι δοῦλαι ἐξ ἐλευθέρων γενόμεναι· ἕτεραι δʼ ὀλιγάνθρωποι καὶ εἰς χωρία οὐ πάνυ σπουδαῖα παραγενόμεναι ἐλεύθεραι μὲν πρῶτον, ἔπειτα δʼ ἑτέρων ἄρχουσαι διετέλεσαν· καὶ οὔτε ταῖς εὐπραγίαις τῶν ὀλίγων οὔτε ταῖς δυστυχίαις τῶν πολλῶν ἕτερόν τι ἢ τὸ τῆς πολιτείας σχῆμα ὑπάρχειν αἴτιον.
他还说,他从长辈和熟悉许多历史的人那里听说,许多来到繁荣地区的伟大殖民地,要么因陷入内讧而立刻毁灭,要么在坚持了很短的时间后,被迫服从于邻近的居民,从而无法保住他们占领的优秀土地,取而代之的是交换了更坏的命运,由自由人变成了奴隶;而另一些人口稀少、来到并不引人注目的地方的殖民地,却能首先保持自由,继而继续统治他人;对于少数人的成功和多数人的不幸,除了国制的形态之外,没有其他的原因。
§2.3.7εἰ μὲν οὖν μία τις ἦν παρὰ πᾶσιν ἀνθρώποις βίου τάξις ἡ ποιοῦσα εὐδαίμονας τὰς πόλεις, οὐ χαλεπὴν ἂν γενέσθαι σφίσι τὴν αἵρεσιν αὐτῆς· νῦν δʼ ἔφη πολλὰς πυνθάνεσθαι τὰς κατασκευὰς παρʼ Ἕλλησί τε καὶ βαρβάροις ὑπαρχούσας, τρεῖς δʼ ἐξ ἁπασῶν ἐπαινουμένας μάλιστα ὑπὸ τῶν χρωμένων ἀκούειν, καὶ τούτων οὐδεμίαν εἶναι τῶν πολιτειῶν εἰλικρινῆ, προσεῖναι δέ τινας ἑκάστῃ κῆρας συμφύτους, ὥστε χαλεπὴν αὐτῶν εἶναι τὴν αἵρεσιν.
因此,如果全人类中有一种能使城市幸福的生活秩序,那么选择它对他们来说并不困难;但现在,他说他了解到在希腊人和蛮族中存在着许多制度,并听说在所有这些制度中,有三种制度最受使用它们的人的赞誉,而这些国制中没有一个是完美无缺的,每个国制都附有某些固有的害处,因此选择它们是困难的。
ἠξίου τε αὐτοὺς βουλευσαμένους ἐπὶ σχολῆς εἰπεῖν εἴτε ὑφʼ ἑνὸς ἄρχεσθαι θέλουσιν ἀνδρὸς εἴτε ὑπʼ ὀλίγων εἴτε νόμους καταστησάμενοι πᾶσιν ἀποδοῦναι τὴν τῶν κοινῶν προστασίαν.
于是他要求他们,在闲暇时进行商议后,说明他们是希望由一个人统治,还是由少数人统治,或者是制定法律,将公共事务的监督权交给所有人。
§2.3.8ἐγὼ δʼ ὑμῖν, ἔφη, πρὸς ἣν ἂν καταστήσησθε πολιτείαν εὐτρεπὴς καὶ οὔτε ἄρχειν ἀπαξιῶ οὔτε ἄρχεσθαι ἀναίνομαι.
“而我,”他说,“对于你们可能建立的任何国制都已经做好了准备,我既不轻视统治,也不拒绝被统治。
τιμῶν δέ, ἅς μοι προσεθήκατε ἡγεμόνα με πρῶτον ἀποδείξαντες τῆς ἀποικίας, ἔπειτα καὶ τῇ πόλει τὴν ἐπωνυμίαν ἐπʼ ἐμοῦ θέντες, ἅλις ἔχω.
至于你们赋予我的荣誉,首先任命我为殖民地的领袖,然后又用我的名字命名这座城市,对我来说已经足够了。
ταύτας γὰρ οὔτε πόλεμος ὑπερόριος οὔτε στάσις ἐμφύλιος οὔτε ὁ πάντα μαραίνων τὰ καλὰ χρόνος ἀφαιρήσεταί με οὔτε ἄλλη τύχη παλίγκοτος οὐδεμία· ἀλλὰ καὶ ζῶντι καὶ τὸν βίον ἐκλιπόντι τούτων ὑπάρξει μοι τῶν τιμῶν παρὰ πάντα τὸν λοιπὸν αἰῶνα τυγχάνειν.
因为这些荣誉,无论是国外的战争、国内的内乱、还是使一切美好事物枯萎的时间,都不能夺走,任何其他不利的命运也不能夺走;相反,无论是在我活着的时候,还是在我离开人世之后,在接下来的所有时间里,我都将享受到这些荣誉。 ”

词汇与语法注释

  1. §2.3.1σκοπεῖν — 不定式 σκοπεῖν 作为主动词 ἀπῄτει(时机要求)的宾语。或者,它也可以被解释为修饰先行名词 καιρός(时机)的形容词性用法,语境上表示“考虑国制秩序的时机……”。
  2. §2.3.3μὴ οὐ πονηρὸν εἶναι — 双重否定 μὴ οὐ 加上不定式的用法。由于带有否定含义的动词 κωλύεσθαι(被阻止)受前文否定词 οὔτε 的修饰,这种双重否定加强了强烈的肯定语气(“没有被阻止而不变得邪恶”,即“依然是邪恶的”)。
  3. §2.3.5τὸ τῆς πολιτείας σχῆμα ποιεῖν — 在“对格与不定式”结构中 ποιεῖν(使、使之产生)的用法。主语是 τὸ τῆς πολιτείας σχῆμα(国制形态),宾语是 μαχητὰς... ἄνδρας(英勇的人)。随后延续至 §2.3.6 开头 ἐπιτελεῖν 的对格句同样依赖于 ποιεῖν,形成了“国制使软弱的人……去实行邪恶习惯”的使役或结果结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.3.1-2.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.3.1-2.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。