§2.27.1καὶ οὐδʼ ἐνταῦθα ἔστη τῆς ἐξουσίας ὁ τῶν Ῥωμαίων νομοθέτης, ἀλλὰ καὶ πωλεῖν ἐφῆκε τὸν υἱὸν τῷ πατρί, οὐδὲν ἐπιστραφεὶς εἴ τις ὠμὸν ὑπολήψεται τὸ συγχώρημα καὶ βαρύτερον ἢ κατὰ τὴν φυσικὴν συμπάθειαν.
そして、ローマの立法者は、その権限をここにとどめなかった。 それどころか、父親が息子を売却することをも許したのである。 誰かがその許可を残酷なもの、自然な愛情に照らしてあまりに苛酷なものとみなすだろうかということなど、全く顧みることなしに。
καὶ ὅ πάντων μάλιστα θαυμάσειεν ἄν τις ὑπὸ τοῖς Ἑλληνικοῖς ἤθεσι τοῖς ἐκλελυμένοις τραφεὶς ὡς πικρὸν καὶ τυραννικόν, καὶ τοῦτο συνεχώρησε τῷ πατρί, μέχρι τρίτης πράσεως ἀφʼ υἱοῦ χρηματίσασθαι, μείζονα δοὺς ἐξουσίαν πατρὶ κατὰ §2.27.2παιδὸς ἢ δεσπότῃ κατὰ δούλων. θεραπόντων μὲν γὰρ ὁ πραθεὶς ἅπαξ, ἔπειτα τὴν ἐλευθερίαν εὑρόμενος αὑτοῦ τὸ λοιπὸν ἤδη κύριός ἐστιν, υἱὸς δὲ πραθεὶς ὑπὸ τοῦ πατρὸς εἰ γένοιτο ἐλεύθερος ὑπὸ τῷ πατρὶ πάλιν ἐγίνετο, καὶ τὸ δεύτερον ἀπεμποληθείς τε καὶ ἐλευθερωθεὶς δοῦλος ὥσπερ ἐξ ἀρχῆς τοῦ πατρὸς ἦν·
そして、規律の緩んだギリシアの風習のもとで育った者なら誰もが、最も過酷で専制的なこととして驚嘆するであろうが、このことも父親に許した。すなわち、息子を三度売却するにいたるまで利益を得ることであり、父親に対して、子供に対する、主人が奴隷に対するよりも大きな権限を与えたのである。というのも、奴隷たちの場合は、一度売却され、その後に自由を手に入れれば、以後はすでに自分自身の主人となるが、父親によって売却された息子は、たとえ自由の身となったとしても、再び父親の支配下に入ったからである。 そして二度目に売却され、かつ解放されたとしても、当初と同じように父親の奴隷であった。
μετὰ δὲ τὴν τρίτην πρᾶσιν ἀπήλλακτο τοῦ πατρός.
しかし、三度目の売却ののちには、ようやく父親の支配から解放された。
§2.27.3τοῦτον τὸν νόμον ἐν ἀρχαῖς μὲν οἱ βασιλεῖς ἐφύλαττον εἴτε γεγραμμένον εἴτε ἄγραφον ʽοὐ γὰρ ἔχω τὸ σαφὲς εἰπεῖνʼ ἁπάντων κράτιστον ἡγούμενοι νόμον.
この法律を、当初、王たちは、成文であれ不文であれ(確かなことは私には言えないが)、すべての法律の中で最も優れたものと考えて守っていた。
καταλυθείσης δὲ τῆς μοναρχίας, ὅτε πρῶτον ἐφάνη Ῥωμαίοις ἅπαντας τοὺς πατρίους ἐθισμούς τε καὶ νόμους ἅμα τοῖς ἐπεισάκτοις ἐν ἀγορᾷ θεῖναι φανεροὺς ἅπασι τοῖς πολίταις, ἵνα μὴ συμμεταπίπτῃ τὰ κοινὰ δίκαια ταῖς τῶν ἀρχόντων ἐξουσίαις, οἱ λαβόντες παρὰ τοῦ δήμου τὴν ἐξουσίαν τῆς συναγωγῆς τε καὶ ἀναγραφῆς αὐτῶν δέκα ἄνδρες ἅμα τοῖς ἄλλοις ἀνέγραψαν νόμοις, καὶ ἔστιν ἐν τῇ τετάρτῃ τῶν λεγομένων δώδεκα δέλτων, ἃς ἀνέθεσαν ἐν ἀγορᾷ.
しかし、君主制が廃止され、ローマ人にとって、初めて、すべての先祖伝来の習俗および法律を、外来のそれらとともに、あらゆる市民に対して明らかにするために広場に掲げることが適当と思われたとき(それは公の権利が政務官たちの権力に応じて共に変動してしまないようにするためであったが)、民衆からそれらの収集および記録の権限を受け取った十人官たちは、他の法律とともにこれを記録した。 そしてそれは、彼らが広場に掲げた、いわゆる十二表法の第四表にある。
§2.27.4ὅτι δʼ οὐχ οἱ ἄνδρες δέκα οἱ τριακοσίοις ἔτεσιν ὕστερον ἀποδειχθέντες ἐπὶ τὴν ἀναγραφὴν τῶν νόμων πρῶτοι τοῦτον εἰσηγήσαντο τὸν νόμον Ῥωμαίοις, ἀλλʼ ἐκ πολλοῦ κείμενον παραλαβόντες οὐκ ἐτόλμησαν ἀνελεῖν, ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβάνομαι, μάλιστα δʼ ἐκ τῶν Νόμα Πομπιλίου τοῦ μετὰ Ῥωμύλον ἄρξαντος νόμων, ἐν οἷς καὶ οὗτος γέγραπται·
しかし、300年後に法律の記録のために任命された十人官たちが、初めてこの法律をローマ人に導入したのではなく、古くから定められていたものを受け継いで、それを廃止する勇気がなかったのだということは、他の多くのことからも確信できるが、とりわけロムルスのあとに支配者となったヌマ・ポンピリウスの法律から知られる。 そこにはこの規定も書かれている。
ἐὰν πατὴρ υἱῷ συγχωρήσῃ γυναῖκα ἀγαγέσθαι κοινωνὸν ἐσομένην ἱερῶν τε καὶ χρημάτων κατὰ τοὺς νόμους, μηκέτι τὴν ἐξουσίαν εἶναι τῷ πατρὶ πωλεῖν τὸν υἱόν·
すなわち、もし父親が息子に対し、法律に従って聖儀と財産を共有することになる妻を迎えることを許したならば、父親はもはや息子を売却する権限を持たない、と。
ὅπερ οὐκ ἂν ἔργαψεν εἰ μὴ κατὰ τοὺς προτέρους νόμους ἅπαντας ἐξῆν τῷ πατρὶ πωλεῖν τοὺς υἱούς.
ヌマがこれを書くことはなかったであろう、もしそれ以前のすべての法律において、父親が息子たちを売却することが許されていなかったならば。
§2.27.5ἀλλʼ ὑπὲρ μὲν τούτων ἅλις, βούλομαι δὲ καὶ τὸν ἄλλον ἐπὶ κεφαλαίων διελθεῖν κόσμον, ᾧ τοὺς τῶν ἰδιωτῶν ὁ Ῥωμύλος ἐκόσμησε βίους.
しかし、これらについては十分である。 私はロムルスが一般市民の生活を整えた、その他の秩序についても、要点をかいつまんで説明したいと思う。