§2.27.1καὶ οὐδʼ ἐνταῦθα ἔστη τῆς ἐξουσίας ὁ τῶν Ῥωμαίων νομοθέτης, ἀλλὰ καὶ πωλεῖν ἐφῆκε τὸν υἱὸν τῷ πατρί, οὐδὲν ἐπιστραφεὶς εἴ τις ὠμὸν ὑπολήψεται τὸ συγχώρημα καὶ βαρύτερον ἢ κατὰ τὴν φυσικὴν συμπάθειαν.
而罗马的立法者并没有将他的权力止于此处,反而允许父亲卖掉儿子,完全不顾是否有人会认为这种许可残酷且过于严苛而不合乎自然慈爱。
καὶ ὅ πάντων μάλιστα θαυμάσειεν ἄν τις ὑπὸ τοῖς Ἑλληνικοῖς ἤθεσι τοῖς ἐκλελυμένοις τραφεὶς ὡς πικρὸν καὶ τυραννικόν, καὶ τοῦτο συνεχώρησε τῷ πατρί, μέχρι τρίτης πράσεως ἀφʼ υἱοῦ χρηματίσασθαι, μείζονα δοὺς ἐξουσίαν πατρὶ κατὰ §2.27.2παιδὸς ἢ δεσπότῃ κατὰ δούλων.
而任何在放纵的希腊习俗下长大的人,都会视其为极其痛苦和专制而感到最为惊讶的事,他也将此恩准给予了父亲,即允许父亲通过卖掉儿子获取利益达三次之多,从而赋予了父亲对孩子比主人对奴隶更大的权力。
θεραπόντων μὲν γὰρ ὁ πραθεὶς ἅπαξ, ἔπειτα τὴν ἐλευθερίαν εὑρόμενος αὑτοῦ τὸ λοιπὸν ἤδη κύριός ἐστιν, υἱὸς δὲ πραθεὶς ὑπὸ τοῦ πατρὸς εἰ γένοιτο ἐλεύθερος ὑπὸ τῷ πατρὶ πάλιν ἐγίνετο, καὶ τὸ δεύτερον ἀπεμποληθείς τε καὶ ἐλευθερωθεὶς δοῦλος ὥσπερ ἐξ ἀρχῆς τοῦ πατρὸς ἦν· μετὰ δὲ τὴν τρίτην πρᾶσιν ἀπήλλακτο τοῦ πατρός.
因为在仆人中,被卖过一次后,若随后获得自由,此后便已成为自己的主人;而由父亲卖掉的儿子,即使获得自由,也仍旧回到父亲的管辖之下,甚至在第二次被卖并被释放后,他仍像最初一样是父亲的奴隶(属下);但在第三次买卖之后,他就摆脱了父亲。
§2.27.3τοῦτον τὸν νόμον ἐν ἀρχαῖς μὲν οἱ βασιλεῖς ἐφύλαττον εἴτε γεγραμμένον εἴτε ἄγραφον ʽοὐ γὰρ ἔχω τὸ σαφὲς εἰπεῖνʼ ἁπάντων κράτιστον ἡγούμενοι νόμον.
最初,国王们遵守着这条法律,无论是成文的还是不成文的(因为我无法确切说明),他们认为这是所有法律中最好的。
καταλυθείσης δὲ τῆς μοναρχίας, ὅτε πρῶτον ἐφάνη Ῥωμαίοις ἅπαντας τοὺς πατρίους ἐθισμούς τε καὶ νόμους ἅμα τοῖς ἐπεισάκτοις ἐν ἀγορᾷ θεῖναι φανεροὺς ἅπασι τοῖς πολίταις, ἵνα μὴ συμμεταπίπτῃ τὰ κοινὰ δίκαια ταῖς τῶν ἀρχόντων ἐξουσίαις, οἱ λαβόντες παρὰ τοῦ δήμου τὴν ἐξουσίαν τῆς συναγωγῆς τε καὶ ἀναγραφῆς αὐτῶν δέκα ἄνδρες ἅμα τοῖς ἄλλοις ἀνέγραψαν νόμοις, καὶ ἔστιν ἐν τῇ τετάρτῃ τῶν λεγομένων δώδεκα δέλτων, ἃς ἀνέθεσαν ἐν ἀγορᾷ.
但是在君主制被废除之后,当罗马人首次认为应该将所有祖传的习俗和法律,连同引进的外来法律,一起公布在广场上,让所有市民都看得清清楚楚,以免公共权利随着执政官的权力而发生变动时,那些从人民那里获得收集和记录这些法律之权的十人官,便将此法与其他法律一起记录了下来;这就在他们立于广场上的所谓《十二铜表法》的第四表中。
§2.27.4ὅτι δʼ οὐχ οἱ ἄνδρες δέκα οἱ τριακοσίοις ἔτεσιν ὕστερον ἀποδειχθέντες ἐπὶ τὴν ἀναγραφὴν τῶν νόμων πρῶτοι τοῦτον εἰσηγήσαντο τὸν νόμον Ῥωμαίοις, ἀλλʼ ἐκ πολλοῦ κείμενον παραλαβόντες οὐκ ἐτόλμησαν ἀνελεῖν, ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβάνομαι, μάλιστα δʼ ἐκ τῶν Νόμα Πομπιλίου τοῦ μετὰ Ῥωμύλον ἄρξαντος νόμων, ἐν οἷς καὶ οὗτος γέγραπται·
然而,并非那三百年后被任命记录法律的十人官首先向罗马人引入这一法律,而是他们继承了早已确立的法律而不敢废除它。
ἐὰν πατὴρ υἱῷ συγχωρήσῃ γυναῖκα ἀγαγέσθαι κοινωνὸν ἐσομένην ἱερῶν τε καὶ χρημάτων κατὰ τοὺς νόμους, μηκέτι τὴν ἐξουσίαν εἶναι τῷ πατρὶ πωλεῖν τὸν υἱόν·
我从许多其他证据中了解到这一点,但尤其是从在罗慕路斯之后统治的努马·庞皮里乌斯的法律中,在这些法律中也写着:如果父亲允许儿子娶一个根据法律将与他共同参与神圣仪式并分享财产的妻子,父亲将不再有权出卖其儿子。
ὅπερ οὐκ ἂν ἔργαψεν εἰ μὴ κατὰ τοὺς προτέρους νόμους ἅπαντας ἐξῆν τῷ πατρὶ πωλεῖν τοὺς υἱούς.
如果根据先前的法律,所有的父亲都不被允许卖掉他们的儿子,努马是不会写下这一条的。
§2.27.5ἀλλʼ ὑπὲρ μὲν τούτων ἅλις, βούλομαι δὲ καὶ τὸν ἄλλον ἐπὶ κεφαλαίων διελθεῖν κόσμον, ᾧ τοὺς τῶν ἰδιωτῶν ὁ Ῥωμύλος ἐκόσμησε βίους.
不过关于这些事情已经说得够多了,我还想简要地叙述一下罗慕路斯用来整顿平民生活的其他秩序。