§2.25.1ὁ δὲ Ῥωμύλος οὔτε ἀνδρὶ κατὰ γυναικὸς ἐγκλήματα δοὺς φθαρείσης ἢ τὸν οἶκον ἀδίκως ἀπολιπούσης οὔτε γαμετῇ κατʼ ἀνδρὸς αἰτιωμένῃ κάκωσιν ἢ ἄδικον ἀπόλειψιν οὔτε περὶ προικὸς ἀποδόσεως ἢ κομιδῆς νόμους θεὶς οὔτε ἄλλο τῶν παραπλησίων τούτοις διορίσας οὐδʼ ὁτιοῦν, ἕνα δὲ νόμον ὑπὲρ ἁπάντων εὖ ἔχοντα, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσε, καταστησάμενος εἰς σωφροσύνην καὶ πολλὴν εὐκοσμίαν ἤγαγε τὰς γυναῖκας.
ロムルスは、不貞を働いた妻や不当に家を去った妻に対して夫に告訴権を与えることもなく、また虐待や不当な遺棄を理由に夫を告発する妻に(そのような権利を)与えることもなく、持参金の返還や回収に関する法律を定めることも、その他これらに類するいかなる規定を設けることもしなかった。 その代わりに、すべての事柄に代わる、それ自体が事実によって示されたように優れた一つの法律を制定することによって、女性たちを節度と大いなる品行方正さへと導いた。
§2.25.2ἦν δὲ τοιός2δε ὁ νόμος·
その法律は次のようなものであった。
γυναῖκα γαμετὴν τὴν κατα γάμους ἱεροὺς συνελθοῦσαν ἀνδρὶ κοινωνὸν ἁπάντων εἶναι χρημάτων τε καὶ ἱερῶν.
聖なる婚姻によって夫と結ばれた既婚女性は、財産と聖務のすべてにおいて夫の共有者となること。
ἐκάλουν δὲ τοὺς ἱεροὺς καὶ νομίμους οἱ παλαιοὶ γάμους Ῥωμαϊκῇ προσηγορίᾳ περιλαμβάνοντες φαρραχείους ἐπὶ τῆς κοινωνίας τοῦ φαρρός, ὃ καλοῦμεν ἡμεῖς ζέαν.
古代の人々は、この聖にして適法な婚姻を、ローマの呼称で包括して、ファル(far、我々が「ゼア」と呼ぶもの)の共有にちなんで「ファッラケウス」と呼んでいた。
αὕτη γὰρ ἦν ἀρχαία καὶ μέχρι πολλοῦ συνήθης ἅπασιν αὐτοῖς ἡ τροφή·
なぜなら、これが古代から彼ら全員にとって長きにわたり習慣的な食物であったからである。
φέρει δὲ πολλὴν καὶ καλὴν ἡ Ῥωμαίων γῆ.
ローマの土地はこれを豊かに、かつ見事に産出する。
καὶ ὥσπερ ἡμεῖς οἱ Ἕλληνες τὸν κρίθινον καρπὸν ἀρχαιότατον ὑπολαμβάνοντες ἐπὶ τῶν θυσιῶν κριθαῖς καταρχόμεθα οὐλὰς αὐτὰς καλοῦντες, οὕτω Ῥωμαῖοι τιμιώτατόν τε καρπὸν καὶ ἀρχαιότατον εἶναι νομίζοντες τὰς ζέας διὰ τούτων ἁπάσης ἐμπύρου θυσίας κατάρχονται.
そして、我々ギリシア人が大麦の果実を最も古いものと考えて、犠牲式の際、それを「ウーライ」と呼んで大麦で儀式を開始するように、ローマ人も「ゼア」を最も尊く、また最も古い果実と考えて、これによってあらゆる火を使う犠牲式を開始する。
μένει γὰρ ἔτι καὶ οὐ μεταπέπτωκεν εἰς πολυτελεστέρας ἀπαρχὰς τὸ §2.25.3ἔθος.
なぜなら、その習慣はいまなお残っており、より贅沢な初物へと移行していないからである。
τὸ δὴ κοινωνοὺς τῆς ἱερωτάτης τε καὶ πρώτης τροφῆς γενέσθαι γυναῖκας ἀνδράσι καὶ ἐπὶ τῇ ὅλῃ συνελθεῖν τύχῃ τὴν μὲν ἐπίκλησιν τῆς κοινωνίας τοῦ φαρρὸς εἶχεν, εἰς σύνδεσμον δʼ ἀναγκαῖον οἰκειότητος ἔφερεν ἀδιαλύτου, καὶ τὸ διαιρῆσον τοὺς γάμους τούτους οὐδὲν ἦν.
このように、最も神聖で最初の食物を夫と共有し、すべての運命を共にするために結ばれることは、ファルの共有という名称を持っていたが、それは解消不可能な親密さという不可避の絆をもたらし、これらの婚姻を解消するものは何もなかった。
§2.25.4οὗτος ὁ νόμος τάς τε γυναῖκας ἠνάγκασε τὰς γαμετάς, οἷα δὴ μηδεμίαν ἐχούσας ἑτέραν ἀποστροφήν, πρὸς ἕνα τὸν τοῦ γεγαμηκότος ζῆν τρόπον, καὶ τοὺς ἄνδρας ὡς ἀναγκαίου τε καὶ §2.25.5ἀναφαιρέτου κτήματος τῆς γυναικὸς κρατεῖν.
この法律は、既婚女性たちに対しては、他に避難所を持たないものとして、結婚した夫のただ一つの生き方に合わせて生きることを強制し、夫たちに対しては、妻を不可避で奪うことのできない所有物として管轄することを強制した。
σωφρονοῦσα μὲν οὖν καὶ πάντα τῷ γεγαμηκότι πειθομένη γυνὴ κυρία τοῦ οἴκου τὸν αὐτὸν τρόπον ἦν, ὅνπερ καὶ ὁ ἀνὴρ, καὶ τελευτήσαντος ἀνδρὸς κληρονόμος ἐγίνετο τῶν χρήματων, ὡς θυγάτηρ πατρός, εἰ μὲν ἄπαις τε καὶ μηδὲν διαθέμενος ἀποθάνοι πάντων οὖσα κυρία τῶν ἀπολειφθέντων, εἰ δὲ γενεὰν ἔχοι τοῖς παισὶν ἰσόμοιρος γινομένη.
したがって、節度を保ち、結婚した夫にすべて従う妻は、夫と同じように家の主人であり、夫が死んだときには、父親に対する娘のように財産の相続人となった。 もし夫が子供もなく遺言も残さずに死んだ場合には、残されたすべてのものの主人となり、もし夫が子孫を残していた場合には、子供たちと等しい分け前を分け合う者となった。
§2.25.6ἁμαρτάνουσα δέ τι δικαστὴν τὸν ἀδικούμενον ἐλάμβανε καὶ τοῦ μεγέθους τῆς τιμωρίας κύριον.
しかし、妻が何らかの過ちを犯した場合には、害を被った夫を裁判官とし、罰の大きさを決定する権限を与えた。
ταῦτα δὲ οἱ συγγενεῖς μετὰ τοῦ ἀνδρὸς ἐδίκαζον·
これらの事柄は、親族が夫とともに裁いた。
ἐν οἷς ἦν φθορὰ σώματος καί, ὁ πάντων ἐλάχιστον ἁμαρτημάτων Ἕλλησι δόξειεν ἂν ὑπάρχειν, εἴ τις οἶνον εὑρεθείη πιοῦσα γυνή.
その中には、肉体の不貞や、――ギリシア人にはすべての過ちの中で最も軽いものと思われるかもしれないが――女性がワインを飲んでいるのが見つかった場合が含まれていた。
ἀμφότερα γὰρ ταῦτα θανάτῳ ζημιοῦν συνεχώρησεν ὁ Ῥωμύλος, ὡς ἁμαρτημάτων γυναικείων αἴσχιστα, φθορὰν μὲν ἀπονοίας ἀρχὴν νομίσας, μέθην δὲ φθορᾶς.
なぜなら、ロムルスはこれら両方を女性の過ちのうちで最も恥ずべきものとして死刑に処することを認めたからであり、不貞を狂気の始まり、泥酔を不貞の始まりと考えたからである。
§2.25.7καὶ μέχρι πολλοῦ διέμεινε χρόνου ταῦτʼ ἀμφότερα παρὰ Ῥωμαίοις ἀπαραιτήτου τυγχάνοντα ὀργῆς.
そして長きにわたり、これら両方はローマ人において、容赦のない怒りに直面し続けた。
μάρτυς δὲ τοῦ καλῶς ἔχειν τὸν περὶ τῶν γυναικῶν νόμον ὁ πολὺς χρόνος.
女性に関するこの法律が優れていたことの証人は、長い時間である。
ὁμολογεῖται γὰρ ἐντὸς ἐτῶν εἴκοσι καὶ πεντακοσίων μηδεὶς ἐν Ῥώμῃ λυθῆναι γάμος·
なぜなら、520年の間、ローマでは一つの婚姻も解消されなかったと合意されているからである。
κατὰ δὲ τὴν ἑβδόμην ἐπὶ ταῖς τριάκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ὑπατευόντων Μάρκου Πομπωνίου καὶ Γαΐου Παπιρίου πρῶτος ἀπολῦσαι λέγεται τὴν ἑαυτοῦ γυναῖκα Σπόριος Καρουΐλιος ἀνὴρ οὐκ ἀφανής, ἀναγκαζόμενος ὑπὸ τῶν τιμητῶν ὀμόσαι τέκνων ἕνεκα γυναικὶ συνοικεῖν ʽἦν δʼ αὐτῷ στείρα ἡ γυνήʼ, ὃς ἐπὶ τῷ ἔργῳ τούτῳ καίτοι διʼ ἀνάγκην γενομένῳ μισούμενος ὑπὸ τοῦ δήμου διετέλεσεν.
しかし、第137オリンピアードにおいて、マルクス・ポンポニウスとガイウス・パピリウスの執政官期に、スポリウス・カルウィリウスという著名な男が、自身の妻を最初に離縁したと言われている。 彼は、子供を得るために妻をめとるべきだという誓いを監察官たちから強制されたのであるが(彼の妻は不妊であった)、この行為のゆえに、たとえ必要に迫られてのことであったとしても、彼は民衆から憎まれ続けた。