§2.25.1ὁ δὲ Ῥωμύλος οὔτε ἀνδρὶ κατὰ γυναικὸς ἐγκλήματα δοὺς φθαρείσης ἢ τὸν οἶκον ἀδίκως ἀπολιπούσης οὔτε γαμετῇ κατʼ ἀνδρὸς αἰτιωμένῃ κάκωσιν ἢ ἄδικον ἀπόλειψιν οὔτε περὶ προικὸς ἀποδόσεως ἢ κομιδῆς νόμους θεὶς οὔτε ἄλλο τῶν παραπλησίων τούτοις διορίσας οὐδʼ ὁτιοῦν, ἕνα δὲ νόμον ὑπὲρ ἁπάντων εὖ ἔχοντα, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσε, καταστησάμενος εἰς σωφροσύνην καὶ πολλὴν εὐκοσμίαν ἤγαγε τὰς γυναῖκας.
而罗慕路斯既没有赋予丈夫对通奸或无故离家的妻子进行控告的权利,也没有赋予控诉丈夫虐待或无故遗弃的妻子(此类权利),既没有制定关于嫁妆归还或收回的法律,也没有对任何类似的其他事务做出规定,而是通过确立一条代替所有法律的、正如事实本身所证明的极佳法律,将妇女引导到节制和极具规矩的境地。
§2.25.2ἦν δὲ τοιός2δε ὁ νόμος· γυναῖκα γαμετὴν τὴν κατα γάμους ἱεροὺς συνελθοῦσαν ἀνδρὶ κοινωνὸν ἁπάντων εἶναι χρημάτων τε καὶ ἱερῶν.
该法律如下:通过神圣婚礼与丈夫结合的已婚妇女,在一切财产和神圣仪式上均与丈夫共享。
ἐκάλουν δὲ τοὺς ἱεροὺς καὶ νομίμους οἱ παλαιοὶ γάμους Ῥωμαϊκῇ προσηγορίᾳ περιλαμβάνοντες φαρραχείους ἐπὶ τῆς κοινωνίας τοῦ φαρρός, ὃ καλοῦμεν ἡμεῖς ζέαν.
古人用罗马的称呼来统称这些神圣且合法的婚姻,因共享“法尔”(far,即我们所说的“泽亚”)而称之为“法拉科斯”。
αὕτη γὰρ ἦν ἀρχαία καὶ μέχρι πολλοῦ συνήθης ἅπασιν αὐτοῖς ἡ τροφή· φέρει δὲ πολλὴν καὶ καλὴν ἡ Ῥωμαίων γῆ.
因为这是他们自古以来且长期习以为常的食物;罗马人的土地盛产且出产优质的这种食物。
καὶ ὥσπερ ἡμεῖς οἱ Ἕλληνες τὸν κρίθινον καρπὸν ἀρχαιότατον ὑπολαμβάνοντες ἐπὶ τῶν θυσιῶν κριθαῖς καταρχόμεθα οὐλὰς αὐτὰς καλοῦντες, οὕτω Ῥωμαῖοι τιμιώτατόν τε καρπὸν καὶ ἀρχαιότατον εἶναι νομίζοντες τὰς ζέας διὰ τούτων ἁπάσης ἐμπύρου θυσίας κατάρχονται.
正如我们希腊人认为大麦是最古老的谷物,因而在祭祀时以大麦开始仪式,并称之为“乌莱”一样,罗马人认为“泽亚”是最珍贵且最古老的谷物,因而用它来开始所有用火的祭祀。
μένει γὰρ ἔτι καὶ οὐ μεταπέπτωκεν εἰς πολυτελεστέρας ἀπαρχὰς τὸ §2.25.3ἔθος.
因为这一习惯至今仍然保留,并未转变为更昂贵的初熟之物。
τὸ δὴ κοινωνοὺς τῆς ἱερωτάτης τε καὶ πρώτης τροφῆς γενέσθαι γυναῖκας ἀνδράσι καὶ ἐπὶ τῇ ὅλῃ συνελθεῖν τύχῃ τὴν μὲν ἐπίκλησιν τῆς κοινωνίας τοῦ φαρρὸς εἶχεν, εἰς σύνδεσμον δʼ ἀναγκαῖον οἰκειότητος ἔφερεν ἀδιαλύτου, καὶ τὸ διαιρῆσον τοὺς γάμους τούτους οὐδὲν ἦν.
因此,妇女与丈夫共同分享这最神圣和最首要的食物,并为了一生的命运结合在一起,这虽然拥有共享“法尔”的名称,却带来了一种不可分割的亲密关系的必然纽带,没有任何东西可以拆散这些婚姻。
§2.25.4οὗτος ὁ νόμος τάς τε γυναῖκας ἠνάγκασε τὰς γαμετάς, οἷα δὴ μηδεμίαν ἐχούσας ἑτέραν ἀποστροφήν, πρὸς ἕνα τὸν τοῦ γεγαμηκότος ζῆν τρόπον, καὶ τοὺς ἄνδρας ὡς ἀναγκαίου τε καὶ §2.25.5ἀναφαιρέτου κτήματος τῆς γυναικὸς κρατεῖν.
这条法律迫使已婚妇女,因别无其他退路,而必须顺从结婚丈夫的单一生活方式;同时也迫使丈夫将妻子作为不可或缺且不可剥夺的财产来管辖。
σωφρονοῦσα μὲν οὖν καὶ πάντα τῷ γεγαμηκότι πειθομένη γυνὴ κυρία τοῦ οἴκου τὸν αὐτὸν τρόπον ἦν, ὅνπερ καὶ ὁ ἀνὴρ, καὶ τελευτήσαντος ἀνδρὸς κληρονόμος ἐγίνετο τῶν χρήματων, ὡς θυγάτηρ πατρός, εἰ μὲν ἄπαις τε καὶ μηδὲν διαθέμενος ἀποθάνοι πάντων οὖσα κυρία τῶν ἀπολειφθέντων, εἰ δὲ γενεὰν ἔχοι τοῖς παισὶν ἰσόμοιρος γινομένη.
因此,一个节制且在一切事上顺从结婚丈夫的妻子,同样是家里的女主人,其方式与丈夫相同;在丈夫去世时,她成为其财产的继承人,如同女儿之于父亲。 如果丈夫无子嗣且未留遗嘱而去世,她将成为所有遗留财产的女主人;如果丈夫留有后代,她则与孩子们平分财产。
§2.25.6ἁμαρτάνουσα δέ τι δικαστὴν τὸν ἀδικούμενον ἐλάμβανε καὶ τοῦ μεγέθους τῆς τιμωρίας κύριον.
但如果她犯了什么过错,她就要接受受害者作为法官,并由其决定惩罚的严重程度。
ταῦτα δὲ οἱ συγγενεῖς μετὰ τοῦ ἀνδρὸς ἐδίκαζον· ἐν οἷς ἦν φθορὰ σώματος καί, ὁ πάντων ἐλάχιστον ἁμαρτημάτων Ἕλλησι δόξειεν ἂν ὑπάρχειν, εἴ τις οἶνον εὑρεθείη πιοῦσα γυνή.
这些事情由亲属与丈夫共同审判;其中包括肉体的败坏(通奸),以及在希腊人看来似乎是所有过错中最小的一个——如果发现有妇女喝了酒。
ἀμφότερα γὰρ ταῦτα θανάτῳ ζημιοῦν συνεχώρησεν ὁ Ῥωμύλος, ὡς ἁμαρτημάτων γυναικείων αἴσχιστα, φθορὰν μὲν ἀπονοίας ἀρχὴν νομίσας, μέθην δὲ φθορᾶς.
因为罗慕路斯允许将这两者都处以死刑,视其为妇女过错中最可耻的,他认为不贞是疯狂的开始,而醉酒是不贞的开始。
§2.25.7καὶ μέχρι πολλοῦ διέμεινε χρόνου ταῦτʼ ἀμφότερα παρὰ Ῥωμαίοις ἀπαραιτήτου τυγχάνοντα ὀργῆς.
在很长一段时间里,这两者在罗马人中间都遭遇了不可饶恕的愤怒。
μάρτυς δὲ τοῦ καλῶς ἔχειν τὸν περὶ τῶν γυναικῶν νόμον ὁ πολὺς χρόνος.
漫长的时间是关于妇女的法律行之有效的见证。
ὁμολογεῖται γὰρ ἐντὸς ἐτῶν εἴκοσι καὶ πεντακοσίων μηδεὶς ἐν Ῥώμῃ λυθῆναι γάμος· κατὰ δὲ τὴν ἑβδόμην ἐπὶ ταῖς τριάκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ὑπατευόντων Μάρκου Πομπωνίου καὶ Γαΐου Παπιρίου πρῶτος ἀπολῦσαι λέγεται τὴν ἑαυτοῦ γυναῖκα Σπόριος Καρουΐλιος ἀνὴρ οὐκ ἀφανής, ἀναγκαζόμενος ὑπὸ τῶν τιμητῶν ὀμόσαι τέκνων ἕνεκα γυναικὶ συνοικεῖν ʽἦν δʼ αὐτῷ στείρα ἡ γυνήʼ, ὃς ἐπὶ τῷ ἔργῳ τούτῳ καίτοι διʼ ἀνάγκην γενομένῳ μισούμενος ὑπὸ τοῦ δήμου διετέλεσεν.
因为大家公认,在五百二十年内,罗马没有一桩婚姻被解除;但在第一百三十七届奥林匹亚德期间,在马尔库斯·蓬波尼乌斯和盖乌斯·帕皮里乌斯担任执政官时,据说斯普里乌斯·卡尔维利乌斯——一个并非默默无闻的人——第一个休了自己的妻子,因为他被监察官强迫宣誓为了子嗣而与妻子共同生活(而他的妻子是不育的),尽管他是出于无奈,但他因为这一行为而一直受到民众的憎恨。