Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.24.1-2.24.6

ロムルスの法秩序と各国の婚姻制度の比較

115 / 962 箇所 · ギリシア語

要旨

ロムルスが制定した国家繁栄のための優れた秩序と法制度の概要を提示し、結婚制度および女性の品行に関する各国(野蛮国、スパルタなど)の立法方針の相違を比較する。

§2.24.1δοκεῖ δὲ καὶ τῆς ἄλλης εὐκοσμίας, ᾗ χρώμενοι Ῥωμαῖοι διεφύλαξαν εὐδαιμονοῦσαν τὴν πόλιν ἐπὶ πολλὰς γενεάς, ἐκεῖνος ἄρξαι νόμους καλοὺς καὶ συμφέροντας ἀγράφους μὲν τοὺς πλείστους, ἔστι δʼ οὓς καὶ ἐν γράμμασι κειμένους καταστησάμενος, ὧν ἐγὼ τοὺς μὲν ἄλλους οὐδὲν δέομαι γράφειν, οὓς δὲ πάντων μάλιστα τεθαύμακα καὶ ἐξ ὧν ὑπείληφα καταφανῆ καὶ τὴν ἄλλην τοῦ ἀνδρὸς γενήσεσθαι νομοθεσίαν, ὡς αὐστηρὰ καὶ μισοπόνηρος ἦν καὶ πολλὴν ἔχουσα πρὸς τοὺς ἡρωικοὺς βίους ὁμοιότητα, §2.24.2δι’ ὀλίγης ὑπομνήσεως σημανῶ, τοσοῦτο προειπών, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ διατάξαντες τάς τε βαρβαρικὰς καὶ τὰς Ἑλληνικὰς πολιτείας τὸ μὲν κοινὸν ὀρθῶς ἰδεῖν, ὅτι πόλιν ἅπασαν ἐκ πολλῶν οἴκων συνεστῶσαν ὀρθήν τε πλεῖν εἰκὸς ὅταν οἱ τῶν ἰδιωτῶν εὐσταθῶσι βίοι, καὶ χειμῶνα πολὺν ἄγειν ὅταν κακῶς ἑκάστοις ἔχῃ τὰ ἴδια, καὶ ὅτι δεῖ τὸν νοῦν ἔχοντα πολιτικὸν ἐάν τε νομοθέτης ἐάν τε βασιλεὺς ᾖ, ταῦτα νομοθετεῖν, ἃ ποιήσει δικαίους καὶ σώφρονας τοὺς τῶν ἰδιωτῶν βίους.
彼(ロムルス)はまた、ローマ人がこれを用いることによって何世代にもわたり国家を繁栄させ維持してきたあの他の秩序についても、その大半は不文法として、しかし中には成文化された形で制定された美しく有益な法律によって、その端緒を開いたと思われる。 私は、それらのうち他の法律について書き留める必要は全く感じないが、私が何よりも驚嘆し、またそこからこの男の他の立法も明らかになるであろうと判断したいくつかの法律――それがいかに厳格で悪を憎むものであり、また英雄たちの生き方に大いに似ていたかを示すもの――については、次のことをあらかじめ述べた上で、簡潔な言及によって示すことにする。 すなわち、蛮族やギリシア人の国制を整えたすべての人々は、共通の原則を正しく見ていたと私には思われる。 それは、多くの家から構成されるあらゆる国家は、個人の生活が平穏であるときには順調に航海し、各人の私的な事柄が悪い状態にあるときには大嵐に遭うのが自然であるということ、そして思慮ある政治家は、立法者であれ王であれ、個人の生活を正しく節度あるものにするような法律を制定しなければならないということである。
§2.24.3ἐξ ὧν δʼ ἂν ἐπιτηδευμάτων καὶ διʼ οἵων γένοιντο τοιοῦτοι νόμων, οὐκέθʼ ὁμοίως ἅπαντες δοκοῦσί μοι συνιδεῖν, ἀλλʼ ἔνιοί γε πολλοῦ καὶ τοῦ παντός, ὡς εἰπεῖν, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις μέρεσι τῆς νομοθεσίας ἁμαρτεῖν.
しかし、いかなる習慣から、またどのような法律を通じて人々がそのようになるかについては、すべての人が同様に理解していたとは思われない。 むしろ、ある人々は、立法の最も重要かつ最初の部分において、言うなれば、大いに、あるいは全面的に誤っていたと思われる。
§2.24.4αὐτίκα περὶ γάμων καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας, ἀφʼ ἧς ἄρχεσθαι δεῖ τὸν νομοθέτην, ὥσπερ καὶ ἡ φύσις ἁρμόττειν τοὺς βίους ἡμῶν ἤρξατο, οἱ μὲν ἀπὸ τῶν θηρίων τὸ παράδειγμα λαβόντες ἀφέτους καὶ κοινὰς τὰς μίξεις ἐποίησαν τῷ ἄρρενι πρὸς τὸ θῆλυ, ὡς ἐρωτικῶν τε οἴστρων ἐλευθερώσοντες τοὺς βίους καὶ ζήλων ἀλληλοκτόνων ἐξελούμενοι καὶ πολλῶν ἄλλων ἀπαλλάξοντες κακῶν, ἃ καταλαμβάνει τούς τε ἰδίους οἴκους καὶ τὰς πόλεις ὅλας διὰ γυναῖκας·
例えば、結婚と女性との交わりについてであるが、そこから立法者は着手せねばならず、また自然も我々の生を秩序づけることをそこから始めたのであるが、ある人々は、野獣から手本を取って、オスとメスの交わりを制限のない共同のものとした。 それは、それによって生を情欲の狂気から解放し、互いに殺し合うような嫉妬を取り除き、また女性が原因で私的な家々や国家全体を襲う他の多くの災いから免れさせることができると信じてのことであった。
§2.24.5οἱ δὲ ταύτας μὲν ἐξήλασαν ἐκ τῶν πόλεων τὰς ἀγερώχους καὶ θηριώδεις συνουσίας ἄνδρα συναρμόσαντες εἰς γυναῖκα μίαν, περὶ δε φυλακῆς γάμων καὶ σωφροσύνης γυναικῶν νομοθετεῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲν ἐπεχείρησαν, ἀλλʼ ὡς ἀδυνάτου πράγματος ἀπέστησαν·
また他の人々は、このような不作法で野獣のような交わりを国家から追放し、男をひとりの女に結びつけたものの、結婚の保護や女性の貞節について法律を制定しようとは、大きなことも小さなことも何ら試みず、むしろ不可能なこととして断念してしまった。
§2.24.6οἱ δὲ οὔτε ἀνεγγύους ἐποίησαν ὥσπερ ἔνιοι τῶν βαρβάρων τὰς ἀφροδισίους μίξεις οὔτε ἀφῆκαν ὥσπερ Λακεδαιμόνιοι τὰς τῶν γυναικῶν φυλακάς, ἀλλὰ πολλοὺς ἔθεσαν ἐπʼ αὐταῖς νόμους σωφρονιστάς.
さらに他の人々は、一部の蛮族のように性的な交わりを法的な裏付けのないものにもせず、またスパルタ人のように女性の監視を放棄することもしなかったが、彼女たちに対して自制を促す多くの法律を定めた。
εἰσὶ δʼ οἳ καὶ ἀρχήν τινα κατέστησαν ἐπιμελησομένην εὐκοσμίας γυναικῶν·
中には、女性の品行を監督するある役職を設けた者たちもいた。
οὐ μὴν ἀποχρῶσά γε ἡ πρόνοια αὐτῶν τῆς τηρήσεως, ἀλλὰ μαλακωτέρα τοῦ δέοντος ἐγένετο καὶ οὐχ ἱκανὴ τὴν μὴ σπουδαίᾳ φύσει κεκραμένην εἰς ἀνάγκην βίου σώφρονος ἀγαγεῖν.
しかしながら、彼女たちを監視することに対する彼らの配慮は十分ではなく、必要とされる以上に緩いものとなり、高潔な天性を備えていない女性を、節度ある生活へと強いるには不十分であった。

語釈・文法注

  1. 2.24.1τῆς ἄλλης εὐκοσμίας ... ἄρξαι — 不定詞 ἄρξαι は属格 τῆς ἄλλης εὐκοσμίας を支配し、「〜を始めた、〜の端緒を開いた」を意味する。文脈上、先行の δοκεῖ の補足不定詞として機能している。
  2. 2.24.1ἔστι δʼ οὓς — ἔστιν οἵ(中には〜な者もいる)の対格形。ここでは καταστησάμενος の直接目的語である νόμους(法律)に並置される形容詞節のように機能し、「いくつかの[法律]」を意味する。
  3. 2.24.1ὡς αὐστηρὰ — ὡς は「いかに〜か」を表す間接疑問・感嘆の節を導き、主語(ἡ νομοθεσία)の性質を示す。分詞句 πολλὴν ἔχουσα とともに ἦν に係り、先立つ καταφανῆ ... γενήσεσθαι(明らかになるであろう)の内容を具体的に説明している。
  4. 2.24.2τὸ μὲν κοινὸν ὀρθῶς ἰδεῖν — τὸ κοινόν は「共通の原則(点)」を意味する名詞的用法。不定詞 ἰδεῖν は δοκοῦσιν の補足不定詞。後に続く ὅτι 節がこの「共通の原則」の具体的内容を説明している。
  5. 2.24.4ὡς ... ἐλευθερώσοντες — 接続詞 ὡς と未来分詞(ἐλευθερώσοντες、およびこれに並列される分詞群)の結合により、行為者(この場合は極端な共同婚を定めた一部の立法者たち)の「主観的な意図・目的」を表している。
  6. 2.24.6ἀρχήν τινα — ここでの ἀρχή は抽象名詞の「支配」や「初め」ではなく、具象名詞としての「官職」あるいは「行政機関(その任にある者)」を指す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.24.1-2.24.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.24.1-2.24.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。