§2.24.1δοκεῖ δὲ καὶ τῆς ἄλλης εὐκοσμίας, ᾗ χρώμενοι Ῥωμαῖοι διεφύλαξαν εὐδαιμονοῦσαν τὴν πόλιν ἐπὶ πολλὰς γενεάς, ἐκεῖνος ἄρξαι νόμους καλοὺς καὶ συμφέροντας ἀγράφους μὲν τοὺς πλείστους, ἔστι δʼ οὓς καὶ ἐν γράμμασι κειμένους καταστησάμενος, ὧν ἐγὼ τοὺς μὲν ἄλλους οὐδὲν δέομαι γράφειν, οὓς δὲ πάντων μάλιστα τεθαύμακα καὶ ἐξ ὧν ὑπείληφα καταφανῆ καὶ τὴν ἄλλην τοῦ ἀνδρὸς γενήσεσθαι νομοθεσίαν, ὡς αὐστηρὰ καὶ μισοπόνηρος ἦν καὶ πολλὴν ἔχουσα πρὸς τοὺς ἡρωικοὺς βίους ὁμοιότητα, §2.24.2δι’ ὀλίγης ὑπομνήσεως σημανῶ, τοσοῦτο προειπών, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ διατάξαντες τάς τε βαρβαρικὰς καὶ τὰς Ἑλληνικὰς πολιτείας τὸ μὲν κοινὸν ὀρθῶς ἰδεῖν, ὅτι πόλιν ἅπασαν ἐκ πολλῶν οἴκων συνεστῶσαν ὀρθήν τε πλεῖν εἰκὸς ὅταν οἱ τῶν ἰδιωτῶν εὐσταθῶσι βίοι, καὶ χειμῶνα πολὺν ἄγειν ὅταν κακῶς ἑκάστοις ἔχῃ τὰ ἴδια, καὶ ὅτι δεῖ τὸν νοῦν ἔχοντα πολιτικὸν ἐάν τε νομοθέτης ἐάν τε βασιλεὺς ᾖ, ταῦτα νομοθετεῖν, ἃ ποιήσει δικαίους καὶ σώφρονας τοὺς τῶν ἰδιωτῶν βίους.
他似乎也开启了罗马人借以在许多世代中保持城邦繁荣的另一种良好秩序的端绪,即通过确立美丽而有益的法律,其中大部分是未成文的,但也有一些是载于文字之中的。 对于这些法律,我无需赘述其他,但对于那些我最为赞赏的、且我由此推测该人的其他立法也将变得显而易见的法律——它们表明了这一立法是如何严厉且憎恶邪恶,并与英雄时代的生息有着极大的相似之处—— 我将通过简短的提及其加以说明,并先预言这一点:在我看来,所有确立了蛮族和希腊政体的人,似乎都正确地看到了这一共同点,即:由许多家庭组成的整个城邦,在公民个人的生活安定时,理应顺风顺水;而当每个人的私事处于糟糕状态时,则理应遭受巨大的风暴;并且,有智慧的政治家,无论是立法者还是国王,都必须制定那些能使公民个人的生活变得公正和节制的法律。
§2.24.3ἐξ ὧν δʼ ἂν ἐπιτηδευμάτων καὶ διʼ οἵων γένοιντο τοιοῦτοι νόμων, οὐκέθʼ ὁμοίως ἅπαντες δοκοῦσί μοι συνιδεῖν, ἀλλʼ ἔνιοί γε πολλοῦ καὶ τοῦ παντός, ὡς εἰπεῖν, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις μέρεσι τῆς νομοθεσίας ἁμαρτεῖν.
但是,通过何种习惯以及借助何种法律人们才能成为这样的人,并非所有人似乎都同样看清了,甚至有些人,可以说,在立法最核心和最首要的部分犯了大错,甚至是完全的错误。
§2.24.4αὐτίκα περὶ γάμων καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας, ἀφʼ ἧς ἄρχεσθαι δεῖ τὸν νομοθέτην, ὥσπερ καὶ ἡ φύσις ἁρμόττειν τοὺς βίους ἡμῶν ἤρξατο, οἱ μὲν ἀπὸ τῶν θηρίων τὸ παράδειγμα λαβόντες ἀφέτους καὶ κοινὰς τὰς μίξεις ἐποίησαν τῷ ἄρρενι πρὸς τὸ θῆλυ, ὡς ἐρωτικῶν τε οἴστρων ἐλευθερώσοντες τοὺς βίους καὶ ζήλων ἀλληλοκτόνων ἐξελούμενοι καὶ πολλῶν ἄλλων ἀπαλλάξοντες κακῶν, ἃ καταλαμβάνει τούς τε ἰδίους οἴκους καὶ τὰς πόλεις ὅλας διὰ γυναῖκας· §2.24.5οἱ δὲ ταύτας μὲν ἐξήλασαν ἐκ τῶν πόλεων τὰς ἀγερώχους καὶ θηριώδεις συνουσίας ἄνδρα συναρμόσαντες εἰς γυναῖκα μίαν, περὶ δε φυλακῆς γάμων καὶ σωφροσύνης γυναικῶν νομοθετεῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲν ἐπεχείρησαν, ἀλλʼ ὡς ἀδυνάτου πράγματος ἀπέστησαν· §2.24.6οἱ δὲ οὔτε ἀνεγγύους ἐποίησαν ὥσπερ ἔνιοι τῶν βαρβάρων τὰς ἀφροδισίους μίξεις οὔτε ἀφῆκαν ὥσπερ Λακεδαιμόνιοι τὰς τῶν γυναικῶν φυλακάς, ἀλλὰ πολλοὺς ἔθεσαν ἐπʼ αὐταῖς νόμους σωφρονιστάς.
例如,关于婚姻以及与妇女的交往,立法者应当从此着手,正如自然也开始借此协调我们的生活一样。 有些人以野兽为榜样,使雄性与雌性的结合成为无限制和共有的,以为这样就可以将人们的生活从情欲的狂热中解放出来,消除互相残杀的嫉妒,并免除由于妇女而降临到私人家庭和整个城邦的其他许多灾祸;另一些人则将这些放荡和野兽般的交往从城邦中驱逐出去,使一男配一女,但对于保护婚姻和妇女的节制,他们没有尝试制定任何或大或小的法律,而是作为不可能的事情而放弃了;还有些人既没有像某些蛮族那样使性结合不受契约约束,也没有像拉栖代梦人那样放弃对妇女的监护,而是针对她们制定了许多起约束作用的法律。
εἰσὶ δʼ οἳ καὶ ἀρχήν τινα κατέστησαν ἐπιμελησομένην εὐκοσμίας γυναικῶν·
甚至有些人还设立了某种官职来监管妇女的品行。
οὐ μὴν ἀποχρῶσά γε ἡ πρόνοια αὐτῶν τῆς τηρήσεως, ἀλλὰ μαλακωτέρα τοῦ δέοντος ἐγένετο καὶ οὐχ ἱκανὴ τὴν μὴ σπουδαίᾳ φύσει κεκραμένην εἰς ἀνάγκην βίου σώφρονος ἀγαγεῖν.
然而,他们对监护的预防措施并不充分,而是比所需的更为软弱,不足以将天性不良的妇女引导到过上节制生活的必然轨道上。