§2.22.1ἐπεὶ δὲ καὶ διὰ γυναικῶν ἔδει τινὰ ἱερὰ συντελεῖσθαι καὶ διὰ παίδων ἀμφιθαλῶν ἕτερα, ἵνα καὶ ταῦτα γένηται κατὰ τὸ κράτιστον, τάς τε γυναῖκας ἔταξε τῶν ἱερέων τοῖς ἑαυτῶν ἀνδράσι συνιερᾶσθαι, καὶ εἴ τι μὴ θέμις ἦν ὑπʼ ἀνδρῶν ὀργιάζεσθαι κατὰ νόμον τὸν ἐπιχώριον, ταύτας ἐπιτελεῖν καὶ παῖδας αὐτῶν τὰ καθήκοντα λειτουργεῖν·
そして、ある聖なる儀式は女性たちを通じて執り行われ、また別の儀式は両親が健在な子供たちを通じて執り行われる必要があったので、これらもまた最善の方法で行われるように、彼は、神官たちの妻たちが、自分たちの夫とともに共同で祭祀を行うこと、また、もし郷土の法に従って男性によって執り行うことが許されない儀式があれば、これを彼女たちが執り行い、彼らの子供たちが適切な奉仕を務めることを定めた。
τοῖς δὲ ἄπαισιν ἐκ τῶν ἄλλων οἴκων τοὺς χαριεστάτους καταλεγέντας ἐξ ἑκάστης φράτρας, κόρον καὶ κόρην, τὸν μὲν ἕως ἥβης ὑπηρετεῖν ἐπὶ τοῖς ἱεροῖς, τὴν δὲ κόρην ὅσον ἂν ᾖ χρόνον ἁγνὴ γάμων·
そして、子供のいない神官たちのために、他の家から各ヒエにおいて最も優れた者が選ばれた少年一人と少女一人を、少年は思春期に達するまで聖務に奉仕し、少女は結婚を知らず清らかである間、奉仕することを定めた。
ἐκ τῶν Ἑλληνικῶν νόμων καὶ ταῦτα μετενεγκάμενος, ὡς ἐγὼ πείθομαι.
これらもまた、彼がギリシアの法律から移植したものであると、私は確信している。
§2.22.2ὅσα μὲν γὰρ αἱ κανηφόροι καὶ ἀρρηφόροι λεγόμεναι λειτουργοῦσιν ἐπὶ τῶν Ἑλληνικῶν ἱερῶν, ταῦτα παρὰ Ῥωμαίοις αἱ προσαγορευόμεναι τουτολᾶται συντελοῦσι στεφάναις κοσμούμεναι τὰς κεφαλάς, οἵαις κοσμεῖται τὰ τῆς Ἐφεσίας Ἀρτέμιδος ἀφιδρύματα παρʼ Ἕλλησιν.
というのも、ギリシアの祭祀において、カネーポロイやアッレーポロイと呼ばれる少女たちが執り行うすべての奉仕を、ローマ人においては、トゥトゥラータエと呼ばれる女性たちが、頭に花冠を戴いて執り行っているからである。 それは、ギリシア人の間でエフェソスのアルテミスの神像が飾られているような花冠である。
ὅσα δὲ παρὰ Τυρρηνοῖς καὶ ἔτι πρότερον παρὰ Πελασγοῖς ἐτέλουν ἐπί τε Κουρήτων καὶ μεγάλων θεῶν ὀργιασμοῖς οἱ καλούμενοι πρὸς αὐτῶν κάδμιλοι, ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ὑπηρέτουν τοῖς ἱερεῦσιν οἱ §2.22.3λεγόμενοι νῦν ὑπὸ Ῥωμαίων κάμιλοι.
また、ティレニア人の間で、そしてそれよりさらに昔にはペラスゴイ人の間で、コウレースたちや偉大なる神々の秘儀において、彼らによってカドミロイと呼ばれていた者たちが執り行っていたすべての奉仕を、全く同じ方法で神官たちに対して奉仕していたのが、現在ローマ人によってカミロイと呼ばれている少年たちである。
ἔτι πρὸς τούτοις ἔταξε μάντιν ἐξ ἑκάστης φυλῆς ἕνα παρεῖναι τοῖς ἱεροῖς, ὃν ἡμεῖς μὲν ἱεροσκόπον καλοῦμεν, Ῥωμαῖοι δὲ ὀλίγον τι τῆς ἀρχαίας φυλάττοντες ὀνομασίας ἀρούσπικα προσαγορεύουσιν.
これに加えて彼は、各部族から一人の占い師が祭祀に立ち会うことを定めた。 この者を、我々はヒエロスコポスと呼び、ローマ人は古い名称をわずかに保ちつつ、ハルスペクスと呼んでいる。
ἅπαντας δὲ τοὺς ἱερεῖς τε καὶ λειτουργοὺς τῶν θεῶν ἐνομοθέτησεν ἀποδείκνυσθαι μὲν ὑπὸ τῶν φρατρῶν, ἐπικυροῦσθαι δὲ ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα διὰ μαντικῆς.
そして彼は、神々のすべての神官や奉仕者たちが、ヒエによって選出され、占いを通じて神意を解釈する者たちによって承認されるべきであることを法として定めた。