Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.22.1-2.22.3

关于祭祀侍者与占卜师的罗穆卢斯规定

第 113 段,共 962 段 · 希腊语

内容简介

狄奥尼修斯记述了罗穆卢斯关于祭司妻子以及特定少年少女协助祭祀的规定(指出其与希腊和伊特鲁里亚习俗的相似性),以及各部落占卜师的设立。

§2.22.1ἐπεὶ δὲ καὶ διὰ γυναικῶν ἔδει τινὰ ἱερὰ συντελεῖσθαι καὶ διὰ παίδων ἀμφιθαλῶν ἕτερα, ἵνα καὶ ταῦτα γένηται κατὰ τὸ κράτιστον, τάς τε γυναῖκας ἔταξε τῶν ἱερέων τοῖς ἑαυτῶν ἀνδράσι συνιερᾶσθαι, καὶ εἴ τι μὴ θέμις ἦν ὑπʼ ἀνδρῶν ὀργιάζεσθαι κατὰ νόμον τὸν ἐπιχώριον, ταύτας ἐπιτελεῖν καὶ παῖδας αὐτῶν τὰ καθήκοντα λειτουργεῖν·
由于某些祭祀仪式需要由妇女来履行,另一些则需要由父母双全的双亲健在的儿童来履行,为了使这些仪式也能以最好的方式进行,他规定祭司的妻子应当与自己的丈夫共同担任祭司,如果根据当地的法律,有什么仪式是不允许由男子来举行的,就由这些妇女来履行,并由他们的子女承担相应的侍奉。
τοῖς δὲ ἄπαισιν ἐκ τῶν ἄλλων οἴκων τοὺς χαριεστάτους καταλεγέντας ἐξ ἑκάστης φράτρας, κόρον καὶ κόρην, τὸν μὲν ἕως ἥβης ὑπηρετεῖν ἐπὶ τοῖς ἱεροῖς, τὴν δὲ κόρην ὅσον ἂν ᾖ χρόνον ἁγνὴ γάμων·
而对于那些没有子女的祭司,他规定应当从其他家庭中、在每个胞族里选出最优秀的少年和少女各一人,少年服务于祭祀仪式直至青春期,而少女则在保持纯洁未婚的时间内进行侍奉。
ἐκ τῶν Ἑλληνικῶν νόμων καὶ ταῦτα μετενεγκάμενος, ὡς ἐγὼ πείθομαι.
我相信,这些做法也是他从希腊的法律中移植过来的。
§2.22.2ὅσα μὲν γὰρ αἱ κανηφόροι καὶ ἀρρηφόροι λεγόμεναι λειτουργοῦσιν ἐπὶ τῶν Ἑλληνικῶν ἱερῶν, ταῦτα παρὰ Ῥωμαίοις αἱ προσαγορευόμεναι τουτολᾶται συντελοῦσι στεφάναις κοσμούμεναι τὰς κεφαλάς, οἵαις κοσμεῖται τὰ τῆς Ἐφεσίας Ἀρτέμιδος ἀφιδρύματα παρʼ Ἕλλησιν.
因为凡是在希腊的祭祀中由被称为“担筐少女”和“负密少女”的人所履行的侍奉,在罗马人那里都是由被称为“戴冠妇女”的人来履行的,她们头上戴着花冠,这种花冠就如希腊人那里艾菲索斯的阿耳忒弥斯神像上所装饰的那样。
ὅσα δὲ παρὰ Τυρρηνοῖς καὶ ἔτι πρότερον παρὰ Πελασγοῖς ἐτέλουν ἐπί τε Κουρήτων καὶ μεγάλων θεῶν ὀργιασμοῖς οἱ καλούμενοι πρὸς αὐτῶν κάδμιλοι, ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ὑπηρέτουν τοῖς ἱερεῦσιν οἱ §2.22.3λεγόμενοι νῦν ὑπὸ Ῥωμαίων κάμιλοι.
而在第勒尼安人中,以及更早以前在佩拉斯吉人中,在库勒忒斯和伟大的神明的秘仪中,被他们称为“卡德米洛伊”的人所履行的所有侍奉,也以同样的方式为祭司提供着服务的,正是现在被罗马人称为“卡米洛伊”的少年们。
ἔτι πρὸς τούτοις ἔταξε μάντιν ἐξ ἑκάστης φυλῆς ἕνα παρεῖναι τοῖς ἱεροῖς, ὃν ἡμεῖς μὲν ἱεροσκόπον καλοῦμεν, Ῥωμαῖοι δὲ ὀλίγον τι τῆς ἀρχαίας φυλάττοντες ὀνομασίας ἀρούσπικα προσαγορεύουσιν.
此外,他规定每个部落要有一名占卜师出席祭祀,此人我们称之为“验脏官”,而罗马人稍微保留了一点古老的名称,称之为“哈鲁斯佩克斯”。
ἅπαντας δὲ τοὺς ἱερεῖς τε καὶ λειτουργοὺς τῶν θεῶν ἐνομοθέτησεν ἀποδείκνυσθαι μὲν ὑπὸ τῶν φρατρῶν, ἐπικυροῦσθαι δὲ ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα διὰ μαντικῆς.
他立法规定,神明的所有祭司和侍奉者都应由胞族选出,并由通过占卜阐释神意的人来予以确认。

词汇与语法注释

  1. 2.22.1τάς τε γυναῖκας ἔταξε — 主动词 `ἔταξε` 支配着多个带对格的不定式结构。首先是以 `τάς... γυναῖκας` 为主语的 `συνιερᾶσθαι` 和 `ἐπιτελεῖν`;其次是以 `παῖδας` 为主语的 `λειτουργεῖν`。在后半部分 `τοῖς δὲ ἄπαισιν...` 中,不定式 `ὑπηρετεῖν` 的主语是受分词 `καταλεγέντας` 修饰的对格 `κόρον καὶ κόρην`,并进一步细分为 `τὸν μὲν... τὴν δὲ...`。
  2. 2.22.2ὅσα δὲ παρὰ Τυρρηνοῖς... — 这是一个横跨第2节后半部分到第3节前半部分的冗长句式。关系从句 `ὅσα δὲ... κάδμιλοι`(卡德米洛伊履行的所有侍奉)置于句首,作为主句的对格宾语 `ταῦτα`。主句的主动词是未完成过去时 `ὑπηρέτουν`,而其主语 `οἱ λεγόμενοι νῦν ὑπὸ Ῥωμαίων κάμιλοι` 则位于分节符(§2.22.3)之后。
  3. 2.22.3ὀλίγον τι τῆς ἀρχαίας φυλάττοντες ὀνομασίας — `ὀλίγον τι` 充当副词,或者作为分词 `φυλάττοντες` 的直接宾语(对格),而属格 `τῆς... ὀνομασίας` 修饰它。译为“稍微保留了一点古老的名称”(指从伊特鲁里亚语 *haru* 到 *haruspex* 的词源推测)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.22.1-2.22.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.22.1-2.22.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。