§2.21.1ἀλλʼ ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀποτετμημένοις ἀφείσθω σκοπεῖν, τῆς δʼ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια.
しかし、これらのことについては、哲学の純粋に理論的な部分のみを切り取った者たちに考察することを委ねておこう。 私は、ロムルスによって確立された国制については、次のようなこともまた歴史に値すると考えた。
πρῶτον μὲν, ὅτι πολλοῖς σώμασιν ἀπέδωκε θεραπεύειν τὸ δαιμόνιον.
第一に、彼は多くの人々に神的なものを崇拝することを委ねたことである。
ἐν γοῦν ἄλλῃ πόλει νεοκτίστῳ τοσούτους ἱερεῖς τε καὶ θεραπευτὰς θεῶν εὐθὺς ἀποδειχθέντας οὐδεὶς ἂν εἰπεῖν ἔχοι.
とにかく、新しく建設された他の都市で、これほど多くの神官や神々の崇拝者が直ちに任命されたということを、誰も挙げることはできないであろう。
§2.21.2χωρὶς γὰρ τῶν ἐχόντων τὰς συγγενικὰς ἱερωσύνας οἱ τὰ κοινὰ περὶ τῆς πόλεως ἱερὰ συντελοῦντες κατὰ φυλάς τε καὶ φράτρας ἑξήκοντα κατεστάθησαν ἐπὶ τῆς ἐκείνου ἀρχῆς·
というのも、血縁による世襲の神官職を持つ者たちとは別に、部族およびヒエ(フラトリア)ごとに市共同体の聖なる儀式を執り行う者たちが、彼の統治期に60名任命されたからである。
λέγω δὲ ἃ Τερέντιος Οὐάρρων ἐν ἀρχαιολογίαις γέγραφεν, ἀνὴρ τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων πολυπειρότατος.
私が言っているのは、同じ時代に活躍した人々の中で最も博識な人物であるテレンティウス・ウァロが『古代誌』に書いていることである。
§2.21.3ἔπειτα, ὅτι τῶν ἄλλων φαύλως πως καὶ ἀπερισκέπτως ὡς ἐπὶ τὸ πολὺ ποιουμένων τὰς αἱρέσεις τῶν ἐπιστησομένων τοῖς ἱεροῖς καὶ τῶν μὲν ἀργυρίου τὸ τίμιον ἀξιούντων ἀποκηρύττειν, τῶν δὲ κλήρῳ διαιρούντων, ἐκεῖνος οὔτε ὠνητὰς χρημάτων ἐποίησε τὰς ἱερωσύνας οὔτε κλήρῳ μεριστάς, ἀλλʼ ἐξ ἑκάστης φράτρας ἐνομοθέτησεν ἀποδείκνυσθαι δύο τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας τοὺς γένει τε προὔχοντας τῶν ἄλλων καὶ ἀρετῇ διαφόρους καὶ χρημάτων περιουσίαν ἔχοντας ἀρκοῦσαν καὶ μηδὲν ἠλαττωμένους τῶν περὶ τὸ σῶμα·
第二に、他の国々が、聖職を司る者たちの選定を大抵は極めていい加減で無思慮に行い、ある者たちは金銭でその名誉を売りに出し、またある者たちはくじによって分配している中で、彼(ロムルス)は神官職を金銭で買えるものとも、くじで分配するものともせず、各ヒエから、50歳を超え、家柄において他より優れ、徳において卓越しており、十分な富の蓄えを所有し、身体に何の欠陥もない二人を任命することを規定した。
τούτους δὲ οὐκ εἰς ὡρισμένον τινὰ χρόνον τὰς τιμὰς ἔταξεν ἔχειν, ἀλλὰ διὰ παντὸς τοῦ βίου στρατειῶν μὲν ἀπολελυμένους διὰ τὴν ἡλικίαν, τῶν δὲ κατὰ τὴν πόλιν ὀχληρῶν διὰ τὸν νόμον.
そして彼は、これらの者たちが限定された一定の期間だけその職を持つのではなく、生涯にわたって持つように定めた。 彼らは、年齢のために軍務から免除され、法律によって市内の煩わしい公務から免除されたのである。