§2.21.1ἀλλʼ ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀποτετμημένοις ἀφείσθω σκοπεῖν, τῆς δʼ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια.
然而关于这些事,就让它留给那些只把哲学中纯理论的部分划归给自己的人去考察吧;而关于罗穆卢斯所确立的政体,我认为以下这些事也是值得载入史册的。
πρῶτον μὲν, ὅτι πολλοῖς σώμασιν ἀπέδωκε θεραπεύειν τὸ δαιμόνιον.
第一,他让许多人去崇敬神明。
ἐν γοῦν ἄλλῃ πόλει νεοκτίστῳ τοσούτους ἱερεῖς τε καὶ θεραπευτὰς θεῶν εὐθὺς ἀποδειχθέντας οὐδεὶς ἂν εἰπεῖν ἔχοι.
无论如何,在其他任何新建立的城市中,都没有人能指出有如此多的祭司和神明侍奉者在建立之初就被立即任命。
§2.21.2χωρὶς γὰρ τῶν ἐχόντων τὰς συγγενικὰς ἱερωσύνας οἱ τὰ κοινὰ περὶ τῆς πόλεως ἱερὰ συντελοῦντες κατὰ φυλάς τε καὶ φράτρας ἑξήκοντα κατεστάθησαν ἐπὶ τῆς ἐκείνου ἀρχῆς· λέγω δὲ ἃ Τερέντιος Οὐάρρων ἐν ἀρχαιολογίαις γέγραφεν, ἀνὴρ τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων πολυπειρότατος.
因为除了那些拥有血缘世袭祭司职的人之外,那些按部落和胞族(库里亚)履行城市共同祭祀仪式的人,在他的统治下被任命了六十人;我指的是泰伦提乌斯·瓦罗在《古代志》中写下的内容,他是与他同代兴盛的人中最博学的人。
§2.21.3ἔπειτα, ὅτι τῶν ἄλλων φαύλως πως καὶ ἀπερισκέπτως ὡς ἐπὶ τὸ πολὺ ποιουμένων τὰς αἱρέσεις τῶν ἐπιστησομένων τοῖς ἱεροῖς καὶ τῶν μὲν ἀργυρίου τὸ τίμιον ἀξιούντων ἀποκηρύττειν, τῶν δὲ κλήρῳ διαιρούντων, ἐκεῖνος οὔτε ὠνητὰς χρημάτων ἐποίησε τὰς ἱερωσύνας οὔτε κλήρῳ μεριστάς, ἀλλʼ ἐξ ἑκάστης φράτρας ἐνομοθέτησεν ἀποδείκνυσθαι δύο τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας τοὺς γένει τε προὔχοντας τῶν ἄλλων καὶ ἀρετῇ διαφόρους καὶ χρημάτων περιουσίαν ἔχοντας ἀρκοῦσαν καὶ μηδὲν ἠλαττωμένους τῶν περὶ τὸ σῶμα· τούτους δὲ οὐκ εἰς ὡρισμένον τινὰ χρόνον τὰς τιμὰς ἔταξεν ἔχειν, ἀλλὰ διὰ παντὸς τοῦ βίου στρατειῶν μὲν ἀπολελυμένους διὰ τὴν ἡλικίαν, τῶν δὲ κατὰ τὴν πόλιν ὀχληρῶν διὰ τὸν νόμον.
第二,在其他国家大抵极其随便且轻率地选拔掌管祭祀之人,有的人用金钱拍卖这一荣誉,有的人则用抽签进行分配的情况下,他既没有让祭司职可以用金钱购买,也没有让其用抽签分配,而是规定从每个胞族中任命两人,他们须年过五十,家世优于他人,德行卓越,拥有足够的财富,且身体没有任何残缺;并且他规定这些人担任其职不是在限定的某个时间内,而是终身担任,他们因年龄而免除兵役,因法律而免除城内的烦琐公职。