§2.15.1τεταγμένην μὲν οὖν καὶ κεκοσμημένην πρὸς εἰρήνην τε ἀποχρώντως καὶ πρὸς τὰ πολέμια ἐπιτηδείως ἐκ τούτων τῶν πολιτευμάτων τὴν πόλιν ὁ Ῥωμύλος ἀπειργάσατο, μεγάλην δὲ καὶ πολυάνθρωπον ἐκ τῶνδε·
こうしてロムルスは、これらの国制によって、平和に対して十分に整えられ、かつ、戦争に対しても適するように秩序づけられ組織された都市を作り上げたが、次のような方法によって、(それを)偉大で人口の多いものとした。
§2.15.2πρῶτον μὲν εἰς ἀνάγκην κατέστησε τοὺς οἰκήτορας αὐτῆς ἅπασαν ἄρρενα γενεὰν ἐκτρέφειν καὶ θυγατέρων τὰς πρωτογόνους, ἀποκτιννύναι δὲ μηδὲν τῶν γεννωμένων νεώτερον τριετοῦς, πλὴν εἴ τι γένοιτο παιδίον ἀνάπηρον ἢ τέρας εὐθὺς ἀπὸ γονῆς.
第一に、彼はその住民たちに、すべての男子の子供と、娘たちのうちの長女を育てること、また、生まれた子供で3歳未満の者は誰も殺してはならないという義務を課した。 ただし、生まれた時から身体に障害があるか、あるいは怪異である子供は例外であった。
ταῦτα δʼ οὐκ ἐκώλυσεν ἐκτιθέναι τοὺς γειναμένους ἐπιδείξαντας πρότερον πέντε ἀνδράσι τοῖς ἔγγιστα οἰκοῦσιν, ἐὰν κἀκείνοις συνδοκῇ.
しかし、親たちが、あらかじめ最も近くに住む5人の男性に見せて、彼らも同様に同意するならば、これらの(障害児などを)遺棄することを法律は禁じなかった。
κατὰ δὲ τῶν μὴ πειθομένων τῷ νόμῳ ζημίας ὥρισεν ἄλλας τε καὶ τῆς οὐσίας αὐτῶν τὴν ἡμίσειαν εἶναι δημοσίαν.
そして、法に従わない者たちに対しては、様々な罰を定めたが、とりわけ彼らの財産の半分を没収することを定めた。
§2.15.3ἔπειτα καταμαθὼν πολλὰς τῶν κατὰ τὴν Ἰταλίαν πόλεων πονηρῶς ἐπιτροπευομένας ὑπὸ τυραννίδων τε καὶ ὀλιγαρχιῶν, τοὺς ἐκ τούτων ἐκπίπτοντας τῶν πόλεων συχνοὺς ὄντας, εἰ μόνον εἶεν ἐλεύθεροι, διακρίνων οὔτε συμφορὰς οὔτε τύχας αὐτῶν ὑποδέχεσθαι καὶ μετάγειν ὡς ἑαυτὸν ἐπεχείρει, τήν τε Ῥωμαίων δύναμιν αὐξῆσαι βουληθεὶς καὶ τὰς τῶν περιοίκων ἐλαττῶσαι·
次に、彼はイタリアの多くの都市が僭主政治や寡頭政治によって悪く治められており、それらの都市から追放された人々が多数に上ることを知って、彼らがただ自由人でありさえすれば、その不運も運命も区別することなく受け入れ、自分のところへ移住させようと試みた。 これは、ローマ人の力を増大させ、近隣の住民たちの力を削ぐことを望んだからである。
ἐποίει δὲ ταῦτα πρόφασιν ἐξευρὼν εὐπρεπῆ καὶ εἰς θεοῦ τιμὴν τὸ ἔργον ἀναφέρων.
そして彼は、もっともらしい口実を見つけ出し、その事業を神の誉れに帰すことによって、これを行った。
§2.15.4τὸ γὰρ μεταξὺ χωρίον τοῦ τε Καπιτωλίου καὶ τῆς ἄκρας, ὃ καλεῖται νῦν κατὰ τὴν Ῥωμαίων διάλεκτον μεθόριον δυεῖν δρυμῶν καὶ ἦν τότε τοῦ συμβεβηκότος ἐπώνυμον, ὕλαις ἀμφιλαφέσι κατʼ ἀμφοτέρας τὰς συναπτούσας τοῖς λόφοις λαγόνας ἐπίσκιον, ἱερὸν ἀνεὶς ἄσυλον ἱκέταις καὶ ναὸν ἐπὶ τοὺτῳ κατασκευασάμενος ʽὅτῳ δὲ ἄρα θεῶν ἢ δαιμόνων οὐκ ἔχω τὸ σαφὲς εἰπεῖνʼ τοῖς καταφεύγουσιν εἰς τοῦτο τὸ ἱερὸν ἱκέταις τοῦ τε μηδὲν κακὸν ὑπʼ ἐχθρῶν παθεῖν ἐγγυητὴς ἐγίνετο τῆς εἰς τὸ θεῖον εὐσεβείας προφάσει καὶ εἰ βούλοιντο παρʼ αὐτῷ μένειν πολιτείας μετεδίδου καὶ γῆς μοῖραν, ἣν κτήσαιτο πολεμίους ἀφελόμενος.
なぜなら、カピトリウムと砦の間の土地、すなわち現在ローマの言葉で『二つの森の間』と呼ばれ、当時はその状況から名付けられていた、丘に接する両方の斜面に生い茂る森に覆われた場所を、避難者たちのための神聖不可侵の聖域とし、このために神殿を建設した(それが神々あるいは精霊のうちの誰のものであったかは、私ははっきりと言うことができない)。 そして、この聖域に逃げ込んできた避難者たちに対し、神性への敬虔さを口実にして、敵からいかなる害も受けないことの保証人となり、もし彼らが自分のところにとどまりたいと望むなら、市民権と、敵から奪って獲得した土地の一部を分け与えた。
οἱ δὲ συνέρρεον ἐκ παντὸς τόπου τὰ οἰκεῖα φεύγοντες κακὰ καὶ οὐκέτι ἑτέρωσε ἀπανίσταντο ταῖς καθʼ ἡμέραν ὁμιλίαις καὶ χάρισιν ὑπʼ αὐτοῦ κατεχόμενοι.
そして人々は、自らの家庭の災いから逃れてあらゆる場所から群がり集まり、日々の交際と彼からの恩恵によって引き留められ、もはや他所へ移住することはなかった。