Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.15.1-2.15.4

强制抚养子女与设立庇护所的增口措施

第 106 段,共 962 段 · 希腊语

内容简介

罗慕路斯通过立法强制抚养子女以及建立神圣避难所接纳邻近城市的流亡者,以此增加了罗马的人口和国力。

§2.15.1τεταγμένην μὲν οὖν καὶ κεκοσμημένην πρὸς εἰρήνην τε ἀποχρώντως καὶ πρὸς τὰ πολέμια ἐπιτηδείως ἐκ τούτων τῶν πολιτευμάτων τὴν πόλιν ὁ Ῥωμύλος ἀπειργάσατο, μεγάλην δὲ καὶ πολυάνθρωπον ἐκ τῶνδε· §2.15.2πρῶτον μὲν εἰς ἀνάγκην κατέστησε τοὺς οἰκήτορας αὐτῆς ἅπασαν ἄρρενα γενεὰν ἐκτρέφειν καὶ θυγατέρων τὰς πρωτογόνους, ἀποκτιννύναι δὲ μηδὲν τῶν γεννωμένων νεώτερον τριετοῦς, πλὴν εἴ τι γένοιτο παιδίον ἀνάπηρον ἢ τέρας εὐθὺς ἀπὸ γονῆς.
因此,通过这些制度,罗慕路斯使这座城市在和平时期得到了充分的组织和整顿,在战争时期也得到了妥善的准备;他又通过以下方法使它变得伟大且人口众多:第一,他迫使那里的居民抚养所有的男性后代和长女,且不得杀死任何未满三岁的出生的孩子,除非孩子一出生就残疾或畸形。
ταῦτα δʼ οὐκ ἐκώλυσεν ἐκτιθέναι τοὺς γειναμένους ἐπιδείξαντας πρότερον πέντε ἀνδράσι τοῖς ἔγγιστα οἰκοῦσιν, ἐὰν κἀκείνοις συνδοκῇ.
然而,法律并不禁止父母遗弃这些孩子,只要他们先将孩子展示给最近邻的五位男子,并且他们也表示同意。
κατὰ δὲ τῶν μὴ πειθομένων τῷ νόμῳ ζημίας ὥρισεν ἄλλας τε καὶ τῆς οὐσίας αὐτῶν τὴν ἡμίσειαν εἶναι δημοσίαν.
而对于不服从该法律的人,他规定了各种处罚,尤其是没收他们财产的一半。
§2.15.3ἔπειτα καταμαθὼν πολλὰς τῶν κατὰ τὴν Ἰταλίαν πόλεων πονηρῶς ἐπιτροπευομένας ὑπὸ τυραννίδων τε καὶ ὀλιγαρχιῶν, τοὺς ἐκ τούτων ἐκπίπτοντας τῶν πόλεων συχνοὺς ὄντας, εἰ μόνον εἶεν ἐλεύθεροι, διακρίνων οὔτε συμφορὰς οὔτε τύχας αὐτῶν ὑποδέχεσθαι καὶ μετάγειν ὡς ἑαυτὸν ἐπεχείρει, τήν τε Ῥωμαίων δύναμιν αὐξῆσαι βουληθεὶς καὶ τὰς τῶν περιοίκων ἐλαττῶσαι· ἐποίει δὲ ταῦτα πρόφασιν ἐξευρὼν εὐπρεπῆ καὶ εἰς θεοῦ τιμὴν τὸ ἔργον ἀναφέρων.
其次,他察觉到意大利的许多城市受到篡位者和寡头政治的糟糕统治,而从这些城市被驱逐的人数量众多,只要他们是自由人,他便不分其不幸与境遇,试图接纳他们并将他们转移到自己这里,既希望增加罗马人的力量,又希望削弱近邻的力量;他通过寻找一个体面的借口并将这一行动归功于神明的光荣来做到这一点。
§2.15.4τὸ γὰρ μεταξὺ χωρίον τοῦ τε Καπιτωλίου καὶ τῆς ἄκρας, ὃ καλεῖται νῦν κατὰ τὴν Ῥωμαίων διάλεκτον μεθόριον δυεῖν δρυμῶν καὶ ἦν τότε τοῦ συμβεβηκότος ἐπώνυμον, ὕλαις ἀμφιλαφέσι κατʼ ἀμφοτέρας τὰς συναπτούσας τοῖς λόφοις λαγόνας ἐπίσκιον, ἱερὸν ἀνεὶς ἄσυλον ἱκέταις καὶ ναὸν ἐπὶ τοὺτῳ κατασκευασάμενος ʽὅτῳ δὲ ἄρα θεῶν ἢ δαιμόνων οὐκ ἔχω τὸ σαφὲς εἰπεῖνʼ τοῖς καταφεύγουσιν εἰς τοῦτο τὸ ἱερὸν ἱκέταις τοῦ τε μηδὲν κακὸν ὑπʼ ἐχθρῶν παθεῖν ἐγγυητὴς ἐγίνετο τῆς εἰς τὸ θεῖον εὐσεβείας προφάσει καὶ εἰ βούλοιντο παρʼ αὐτῷ μένειν πολιτείας μετεδίδου καὶ γῆς μοῖραν, ἣν κτήσαιτο πολεμίους ἀφελόμενος.
因为,卡皮托尔山与山顶要塞之间的那块土地,即现在用罗马语言称为“两林之间”且当时因实际情况而得名的、在连接两山丘的两个山坡上都被茂密树林遮蔽的地方,他将其辟为供托庇者使用的神圣避难所,并为此建造了一座神殿(至于这到底是哪位神明或神灵的神殿,我无法确切指出)。 对于逃到这所圣所的托庇者,他以对神明的敬虔为借口,成为他们免受敌人任何伤害的保证人;如果他们愿意留在自己这里,他就与他们分享公民权,并分给他们从敌人手中夺取并占有的部分土地。
οἱ δὲ συνέρρεον ἐκ παντὸς τόπου τὰ οἰκεῖα φεύγοντες κακὰ καὶ οὐκέτι ἑτέρωσε ἀπανίσταντο ταῖς καθʼ ἡμέραν ὁμιλίαις καὶ χάρισιν ὑπʼ αὐτοῦ κατεχόμενοι.
人们由于逃避自己家庭的灾祸而从四面八方聚集而来,并在日常的交往和他所给予的恩惠吸引下,不再迁往他处。

词汇与语法注释

  1. 2.15.1μεγάλην δὲ καὶ πολυάνθρωπον ἐκ τῶνδε — 此处省略了前句的主动词 `ἀπειργάσατο`(或类似的动词如 `ἐποίησεν`)。`μεγάλην` 和 `πολυάνθρωπον` 作其宾语补足语,而 `ἐκ τῶνδε`(通过以下手段)修饰该省略的动作。
  2. 2.15.2ἐπιδείξαντας πρότερον πέντε ἀνδράσι — 宾格复数分词 `ἐπιδείξαντας` 在性、数、格上与不定式 `ἐκτιθέναι`(遗弃)的逻辑主语 `τοὺς γειναμένους`(父母、生育者)保持一致。
  3. 2.15.2ζημίας ὥρισεν ἄλλας τε καὶ τῆς οὐσίας αὐτῶν τὴν ἡμίσειαν εἶναι δημοσίαν — 这展示了关联结构 `ἄλλας τε ... καί`(“不仅其他……而且尤其是……”)。带不定式的宾格从句 `τῆς οὐσίας αὐτῶν τὴν ἡμίσειαν εἶναι δημοσίαν` 作为同位语,具体说明了惩罚(`ζημίας`)的实质内容。
  4. 2.15.4τοῦ τε μηδὲν κακὸν ὑπʼ ἐχθρῶν παθεῖν ἐγγυητὴς ἐγίνετο — 属格不定式短语 `τοῦ ... παθεῖν` 依赖于名词 `ἐγγυητής`(保证人),起着宾格性属格的作用(“保证他们不遭受任何伤害”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.15.1-2.15.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.15.1-2.15.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。