§2.14.1καταστησάμενος δὴ ταῦτα διέκρινε τὰς τιμὰς καὶ τὰς ἐξουσίας, ἃς ἑκάστους ἐβούλετο ἔχειν.
こうしてこれらを組織すると、彼はそれぞれが持つことを望んだ特権と権限を規定した。
βασιλεῖ μὲν οὖν ἐξῄρητο τάδε τὰ γέρα·
したがって、王には次のような特権が取り分けられていた。
πρῶτον μὲν ἱερῶν καὶ θυσιῶν ἡγεμονίαν ἔχειν καὶ πάντα διʼ ἐκείνου πράττεσθαι τὰ πρὸς τοὺς θεοὺς ὅσια, ἔπειτα νόμων τε καὶ πατρίων ἐθισμῶν φυλακὴν ποιεῖσθαι καὶ παντὸς τοῦ κατὰ φύσιν ἢ κατὰ συνθήκας δικαίου προνοεῖν τῶν τε ἀδικημάτων τὰ μέγιστα μὲν αὐτὸν δικάζειν, τὰ δʼ ἐλάττονα τοῖς βουλευταῖς ἐπιτρέπειν προνοούμενον ἵνα μηδὲν γίγνηται περὶ τὰς δίκας πλημμελές, βουλήν τε συνάγειν καὶ δῆμον συγκαλεῖν καὶ γνώμης ἄρχειν καὶ τὰ δόξαντα τοῖς πλείοσιν ἐπιτελεῖν.
第一に、聖儀と犠牲の指導権を持つこと、そして神々に対するすべての敬虔な務めが彼を通じて行われること。 次に、法律と祖先伝来の慣習の守護を行うこと、そして自然法または契約に基づくすべての正義に配慮すること。 また、不法行為のうち最も重大なものは彼自身が裁判し、より軽微なものは議員たちに委ねること、その際、裁判に関して何ら過失が生じないように注意を払うこと。 そして、元老院を招集し、民衆を召集し、発議を行い、過半数によって決定されたことを実行すること。
ταῦτα μὲν ἀπέδωκε βασιλεῖ τὰ γέρα καὶ ἔτι πρὸς τούτοις ἡγεμονίαν ἔχειν αὐτοκράτορα ἐν πολέμῳ.
これらの特権を彼は王に授け、さらにこれらに加えて、戦争における絶対的な指揮権を持つことを認めた。
§2.14.2τῷ δὲ συνεδρίῳ τῆς βουλῆς τιμὴν καὶ δυναστείαν ἀνέθηκε τοιάνδε·
一方、元老院の会議に対しては、彼は次のような名誉と権能を授けた。
περὶ παντὸς ὅτου ἂν εἰσηγῆται βασιλεὺς διαγινώσκειν τε καὶ ψῆφον ἐπιφέρειν, καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι τοῦτο νικᾶν·
王が提案するいかなる事柄についても審議し投票を行うこと、そして過半数の支持を得た決定が効力を持つこと。
ἐκ τῆς Λακωνικῆς πολιτείας καὶ τοῦτο μετενεγκάμενος.
このこともまた、彼はスパルタの国制から導入した。
οὐδὲ γὰρ οἱ Λακεδαιμονίων βασιλεῖς αὐτοκράτορες ἦσαν ὅ τι βούλοιντο πράττειν, ἀλλʼ ἡ γερουσία πᾶν εἶχε τῶν κοινῶν τὸ κράτος.
なぜなら、スパルタの王たちも自分たちの望むことを何でも行う絶対的な権限を持っていたわけではなく、長老会が公共の事柄のすべての権力を握っていたからである。
§2.14.3τῷ δὲ δημοτικῷ πλήθει τρία ταῦτα ἐπέτρεψεν·
また、平民の群衆に対しては、次の三つのことを委ねた。
ἀρχαιρεσιάζειν τε καὶ νόμους ἐπικυροῦν καὶ περὶ πολέμου διαγινώσκειν, ὅταν ὁ βασιλεὺς ἐφῇ, οὐδὲ τούτων ἔχοντι τὴν ἐξουσίαν ἀνεπίληπτον, ἂν μὴ καὶ τῇ βουλῇ ταὐτὰ δοκῇ.
役人を選挙すること、法律を承認すること、そして王が許可したときには、戦争について判断を下すこと。 ただし、これらについても、元老院もまた同じように決定しない限り、民衆が制限のない決定権を持っていたわけではなかった。
ἔφερε δὲ τὴν ψῆφον οὐχ ἅμα πᾶς ὁ δῆμος, ἀλλὰ κατὰ τὰς φράτρας συγκαλούμενος·
そして、民衆全員が同時に投票するのではなく、フラトリアごとに召集されて投票した。
ὅ τι δὲ ταῖς πλείοσι δόξειε φράτραις τοῦτο ἐπὶ τὴν βουλὴν ἀνεφέρετο.
そして、過半数のフラトリアが決定したことが、元老院へと付託された。
ἐφʼ ἡμῶν δὲ μετάκειται τὸ ἔθος·
しかし、私たちの時代においては、この慣習は逆転している。
οὐ γὰρ ἡ βουλὴ διαγινώσκει τὰ ψηφισθέντα ὑπὸ τοῦ δήμου, τῶν δʼ ὑπὸ τῆς βουλῆς γνωσθέντων ὁ δῆμός ἐστι κύριος·
なぜなら、民衆によって決議されたことを元老院が審議するのではなく、元老院によって決定された事柄に対して、民衆が決定権を持っているからである。
πότερον δὲ τῶν ἐθῶν κρεῖττον, ἐν κοινῷ τίθημι τοῖς βουλομένοις σκοπεῖν.
どちらの慣習がより優れているかは、考察したいと望む人々が自由に判断できるように公に委ねておく。
§2.14.4ἐκ δὲ τῆς διαιρέσεως ταύτης οὐ μόνον τὰ πολιτικὰ πράγματα σώφρονας ἐλάμβανε καὶ τεταγμένας τὰς διοικήσεις, ἀλλὰ καὶ τὰ πολεμικὰ ταχείας καὶ εὐπειθεῖς.
この区分によって、政治的諸事象が節度ある秩序だった運営を得ただけでなく、軍世紀的な諸事象もまた迅速で服従心の高い運営を得ることとなった。
ὁπότε γὰρ αὐτῷ φανείη στρατιὰν ἐξάγειν, οὔτε χιλιάρχους τότε ἔδει ἀποδείκνυσθαι κατὰ φυλὰς οὔτε ἑκατοντάρχους κατὰ λόχους οὔτε ἱππέων ἡγεμόνας οὔτε ἐξαριθμεῖσθαί τε καὶ λοχίζεσθαι καὶ τάξιν ἑκάστους τὴν προσῄκουσαν λαμβάνειν·
というのも、彼が軍隊を派兵することが適切であると判断したときはいつでも、その時に至って部族ごとに千人隊長を、中隊ごとに百人隊長を、あるいは騎兵の指揮官たちを任命する必要はなかったし、(兵を)動員して部隊編成を行い、一人一人がそれぞれ然るべき隊列に就く必要もなかったからである。
ἀλλὰ βασιλεὺς μὲν τοῖς χιλιάρχοις παρήγγελλεν, ἐκεῖνοι δὲ τοῖς λοχαγοῖς· παρὰ δὲ τούτων οἱ δεκάδαρχοι μαθόντες ἐξῆγον τοὺς ὑποτεταγμένους ἑαυτοῖς ἕκαστοι, ἀφʼ ἑνός τε κελεύσματος εἴτε πᾶσα ἡ δύναμις εἴτε μοῖρά τις ἐξ αὐτῆς κληθείη τὰ ὅπλα ἔχουσα παρῆν εἰς τὸν ἀποδειχθέντα τόπον εὐτρεπής.
そうではなく、王が千人隊長たちに命令を伝えると、彼らは中隊長たちに伝え、彼らから十人隊長たちがそれを聞き知って、各自が自分の配下にある者たちを率い出し、ただ一度の号令によって、全軍であれ、あるいはその中から召集された一部の部隊であれ、武装を整えて、指定された場所に滞りなく参集したのである。